previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀηδίας Κ᾽

ἔστιν ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ [2] ἄνευ βλάβης, δὲ ἀηδὴς τοιοῦτός τις, οἷος ἐγείρειν ἄρτι [3] καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ. καὶ ἀνάγεσθαι δὴ [4] μέλλοντας κωλύειν. καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως [5] ἂν περιπατήσῃ. καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ [6] πανουργιῶν τοῦ πάππου καλῶν. καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα [7] εἴη χολή. καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων: 'Εἴπ᾽ μάμμη, ὅτ᾽ ὤδινες καὶ ἔτικτές με, τίς [8] ἡμέρα; καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα [9] δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν. καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ᾽ αὑτῷ λακκαῖον: καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]: καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων: καὶ ὅτι οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι: μεστὴ γάρ ἐστι: καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον: εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι. [10] καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι: καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπ᾽ αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: