previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεισιδαιμονίας Ισ᾽

ἀμέλει δεισιδαιμονία δόξειεν ἂν εἷναι δειλία πρὸς [2] τὸ δαιμόνιον, δὲ δεισιδαίμων τοιοῦτός τις, οἷος ἐπιχρωνῆν ἀπονιψάμενος τὰς χεῖρας καὶ περιρρανάμενος ἀπὸ ἱεροῦ δάφνην εἰς τὸ στόμα λαβὼν οὕτω τὴν ἡμέραν περιπατεῖν. [3] καὶ τὴν ὁδὸν ἐὰν ὑπερδράμῃ γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθῃ τις λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάλῃ. [4] καὶ ἐὰν ἴδῃ ὄφιν ἐν τῇ οἰκίᾳ, ἐὰν παρείαν, Σαβάδιον καλεῖν, [5] ἐὰν δὲ ἱερόν, ἐνταῦθα ἡρῷον εὐθὺς ἱδρύσασθαι. καὶ τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας [6] ἀπαλλάττεσθαι. καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγῃ, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾶν, τί χρὴ ποιεῖν: καὶ ἐὰν ἀποκρίνηται αὐτῷ ἐκδοῦναι τῷ σκυτοδέψῃ ἐπιρράψαι, μὴ [7] προσέχειν τούτοις, ἀλλ᾽ ἀποτραπεὶς ἐκθύσασθαι. καὶ πυκνὰ δὲ τὴν οἰκίαν καθᾶραι δεινὸς Ἑκάτης φάσκων ἐπαγωγὴν [8] γεγονέναι: κἂν γλαῦκες βαδίζοντος αὐτοῦ ἀνακράγωσι, ταράττεσθαι καὶ εἴπας: 'Ἀθηνᾶ κρείττων᾽ παρελθεῖν οὕτω. [9] καὶ οὔτε ἐπιβῆναι μνήματι οὔτ᾽ ἐπὶ νεκρὸν οὔτ᾽ ἐπὶ λεχὼ ἐλθεῖν ἐθελῆσαι, ἀλλὰ τὸ μὴ μιαίνεσθαι συμφέρον αὑτῷ [10] φῆσαι εἶναι. καὶ ταῖς τετράσι δὲ καὶ ταῖς ἑβδομάσι προστάξας οἶνον ἕψειν τοῖς ἔνδον, ἐξελθὼν ἀγοράσαι μυρρίνας, λιβανωτόν, πόπανα καὶ εἰσελθὼν εἴσω στεφανῶν τοὺς [11] Ἑρμαφροδίτους ὅλην τὴν ἡμέραν. καὶ ὅταν ἐνύπνιον ἴδῃ, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων, τίνι θεῶν θεᾷ εὔχεσθαι [12] δεῖ. καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸςἐὰν δὲ μὴ σχολάζῃ [13] η γυνή, μετὰ τῆς τίτθηςκαὶ τῶν παίδων. καὶ τῶν περιρραινομένων ἐπὶ θαλάττης ἐπιμελῶς δόξειεν ἂν εἶναι. [14] κἄν ποτε ἐπίδῃ σκορόδῳ ἐστεμμένον τῶν ἐπὶ ταῖς τριόδοις, ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι καὶ ἱερείας καλέσας [15] σκίλλῃ σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι. μαινόμενον δὲ ἰδὼν ἐπίληπτον φρίξας εἰς κόλπον πτύσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: