previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περιεργίας ΙΓ᾽

ἀμέλει περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων μετὰ εὐνοίας, δὲ περίεργος τοιοῦτός τις, [2] οἷος ἐπαγγέλλεσθαι [ἀναστάς], μὴ δυνήσεται. [3] καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἀνταναστὰς [4] ἐλεγχθῆναι. καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι, [5] ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν. καὶ διείργειν τοὺς [6] μαχομένους, καὶ οὓς οὐ γιγνώσκει. καὶ ἀτραποῦ ἡγήσασθαι, [7] εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται. καὶ τὸν στρατηγὸν προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί [8] μετὰ τὴν αὔριον παραγγελεῖ. καὶ προσελθὼν τῷ πατρὶ [9] εἰπεῖν, ὅτι μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ. καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῷ μαλακιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν εὐτρεπίσαι [10] τὸν κακῶς ἔχοντα. καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, [11] καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν: καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι 'καὶ πρότερον πολλάκις ὀμώμοκα᾽.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: