previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μικρολογίας Ι᾽

ἔστι δὲ μικρολογία φειδωλία τοῦ διαφόρου ὑπὲρ τὸν [2] καιρόν, δὲ μικρολόγος τοιοῦτός τις, οἷος ἐν τῷ μηνὶ [3] ἡμιωβόλιον ἀπαιτεῖν ἐπὶ τὴν οἰκίαν. καὶ [ὁ] συσσιτῶν ἀριθμεῖν τὰς κύλικας, πόσας ἕκαστος πέπωκε, καὶ ἀπάρχεσθαι [4] ἐλάχιστον τῇ Ἀρτέμιδι τῶν συνδειπνούντων. καὶ ὅσα [5] μικροῦ τις πριάμενος λογίζεται, πάντα φάσκων εἶναι. καὶ οἰκέτου χύτραν [εἶναι] λοπάδα κατάξαντος εἰσπρᾶξαι ἀπὸ [6] τῶν ἐπιτηδείων. καὶ τῆς γυναικὸς ἐκβαλούσης τρίχαλκον οἷος μεταφέρειν τὰ σκεύη καὶ τὰς κλίνας καὶ τὰς κιβωτοὺς [7] καὶ διφᾶν τὰ καλύμματα. καὶ ἐάν τι πωλῇ, τοσούτου [8] ἀποδόσθαι, ὥστε μὴ λυσιτελεῖν τῷ πριαμένῳ. καὶ οὐκ ἂν ἐᾶσαι οὔτε συκοτραγῆσαι ἐκ τοῦ αὑτοῦ κήπου οὔτε διὰ τοῦ αὑτοῦ ἀγροῦ πορευθῆναι οὔτε ἐλάαν φοίνικα τῶν χαμαὶ [9] πεπτωκότων ἀνελέσθαι. καὶ τοὺς ὅρους δ᾽ ἐπισκοπεῖσθαι [10] ὁσημέραι εἰ διαμένουσιν οἱ αὐτοί. δεινὸς δὲ καὶ ὑπερημερίαν [11] πρᾶξαι καὶ τόκον τόκου. καὶ ἑστιῶν τοὺς δημότας [12] μικρὰ τὰ κρέα κόψας παραθεῖναι. καὶ ὀψωνῶν μηθὲν [13] πριάμενος εἰσελθεῖν. καὶ ἀπαγορεῦσαι τῇ γυναικὶ μήτε ἅλας χρηννύειν μήτε ἐλλύχνιον μήτε κύμινον μήτε ὀρίγανον μήτε ὀλὰς μήτε στέμματα μήτε θυηλήματα, ἀλλὰ λέγειν, ὅτι τὰ μικρὰ ταῦτα πολλά ἐστι τοῦ ἐνιαυτοῦ.

[14] καὶ τὸ ὅλον δὲ τῶν μικρολόγων καὶ τὰς ἀργυροθήκας ἔστιν ἰδεῖν εὐρωτιώσας καὶ τὰς κλεῖς ἰωμένας, καὶ αὐτοὺς δὲ φοροῦντας ἐλάττω τῶν μικρῶν τὰ ἱμάτια, καὶ ἐκ ληκυθίων μικρῶν πάνυ ἀλειφομένους, καὶ ἐν χρῷ κειρομένους, καὶ τὸ μέσον τῆς ἡμέρας ὑποδουμένους, καὶ πρὸς τοὺς γναφεῖς διατεινομένους, ὅπως τὸ ἱμάτιον αὐτοῖς ἕξει πολλὴν γῆν, ἵνα μὴ ῥυπαίνηται ταχύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), HORI
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: