previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5.

μὲν οὖν λόγος συντίθεται ἐκ τούτων, ἔστι δ᾽ ἀρχὴ
τῆς λέξεως τὸ ἑλληνίζειν: τοῦτο δ᾽ ἐστὶν ἐν πέντε, [2] πρῶτον μὲν ἐν τοῖς συνδέσμοις, ἂν ἀποδιδῷ τις ὡς πεφύκασι πρότεροι καὶ ὕστεροι γίγνεσθαι ἀλλήλων, οἷον ἔνιοι ἀπαιτοῦσιν, ὥσπερ μέν καὶ ἐγὼ μέν ἀπαιτεῖ τὸν δέ καὶ τὸν δέ. δεῖ δὲ ἕως μέμνηται ἀνταποδιδόναι ἀλήλλοις, καὶ μήτε μακρὰν
ἀπαρτᾶν μήτε σύνδεσμον πρὸ συνδέσμου ἀποδιδόναι τοῦ ἀναγκαίου: ὀλιγαχοῦ γὰρ ἁρμόττει. “ἐγὼ μέν, ἐπεί μοι εἶπενἦλθε γὰρ Κλέων δεόμενός τε καὶ ἀξιῶν), ἐπορευόμην παραλαβὼν αὐτούς”. ἐν τούτοις γὰρ πολλοὶ πρὸ τοῦ ἀποδοθησομένου συνδέσμου προεμβέβληνται σύνδεσμοι: ἐὰν δὲ πολὺ
τὸ μεταξὺ γένηται τοῦ ἐπορευόμην, ἀσαφές. [3] ἓν μὲν δὴ τὸ εὖ ἐν τοῖς συνδέσμοις, δεύτερον δὲ τὸ τοῖς ἰδίοις ὀνόμασι λέγειν καὶ μὴ τοῖς περιέχουσιν. [4] τρίτον μὴ ἀμφιβόλοις. τοῦτο δ᾽ ἂν μὴ τἀναντία προαιρῆται, ὅπερ ποιοῦσιν ὅταν μηδὲν μὲν ἔχωσι λέγειν, προσποιῶνται δέ τι λέγειν: οἱ γὰρ τοιοῦτοι
ἐν ποιήσει λέγουσιν ταῦτα, οἷον Ἐμπεδοκλῆς: φενακίζει γὰρ τὸ κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν: ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν— “Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει

Hdt. 1.53, Hdt. 1.91
καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι ἁμάρτημα διὰ τῶν γενῶν τοῦ πράγματος λέγουσιν οἱ μάντεις: τύχοι γὰρ ἄν τις μᾶλλον ἐν τοῖς ἀρτιασμοῖς ἄρτια περισσὰ εἰπὼν μᾶλλον πόσα ἔχει, καὶ τὸ ὅτι ἔσται τὸ πότε, διὸ οἱ χρησμολόγοι
οὐ προσορίζονται τὸ πότε. ἅπαντα δὴ ταῦτα ὅμοια, ὥστ᾽ ἂν μὴ τοιούτου τινὸς ἕνεκα, φευκτέον. [5] τέταρτον, ὡς Πρωταγόρας τὰ γένη τῶν ὀνομάτων διῄρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη: δεῖ γὰρ ἀποδιδόναι καὶ ταῦτα ὀρθῶς: [6] δ᾽ ἐλθοῦσα καὶ διαλεχθεῖσα ᾤχετο”. πέμπτον ἐν τῷ τὰ πολλὰ καὶ ὀλίγα
καὶ ἓν ὀρθῶς ὀνομάζειν: “οἱ δ᾽ ἐλθόντες ἔτυπτόν με”.

ὅλως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον: ἔστιν δὲ τὸ αὐτό: ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδ᾽ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ Ἡρακλείτου. τὰ γὰρ Ἡρακλείτου διαστίξαι ἔργον διὰ τὸ ἄδηλον
εἶναι ποτέρῳ πρόσκειται, τῷ ὕστερον τῷ πρότερον, οἷον ἐν τῇ ἀρχῇ αὐτῇ τοῦ συγγράμματος: φησὶ γὰρτοῦ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ ἀξύνετοι ἄνθρωποι γίγνονται”: ἄδηλον γὰρ τὸ ἀεί, πρὸς ποτέρῳ δεῖ διαστίξαι. [7] ἔτι τόδε ποιεῖ σολοικίζειν, τὸ μὴ ἀποδιδόναι, ἐὰν μὴ ἐπιζευγνύῃς ἀμφοῖν ἁρμόττει,
οἷον ψόφῳ καὶ χρώματι τὸ μὲν ἰδὼν οὐ κοινόν, τὸ δ᾽ αἰσθόμενος κοινόν: ἀσαφῆ δὲ ἂν μὴ προθεὶς εἴπῃς, μέλλων πολλὰ μεταξὺ ἐμβάλλειν, οἷονἔμελλον γὰρ διαλεχθεὶς ἐκείνῳ τάδε καὶ τάδε καὶ ὧδε πορεύεσθαι”, ἀλλὰ μὴἔμελλον γὰρ διαλεχθεὶς πορεύεσθαι, εἶτα τάδε καὶ τάδε καὶ ὧδε
ἐγένετο”.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (3 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 1.53
  • Cross-references from this page (2):
    • Herodotus, Histories, 1.53
    • Herodotus, Histories, 1.91
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: