previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17.

τὰς δὲ πίστεις δεῖ ἀποδεικτικὰς εἶναι: ἀποδεικνύναι δὲ χρή, ἐπεί περ τεττάρων ἀμφισβήτησις, περὶ τοῦ ἀμφισβητουμένου φέροντα τὴν ἀπόδειξιν, οἷον, εἰ ὅτι οὐ γέγονεν ἀμφισβητεῖται, ἐν τῇ κρίσει δεῖ τούτου μάλιστα τὴν ἀπόδειξιν
φέρειν, εἰ δ᾽ ὅτι οὐκ ἔβλαψεν, τούτου, καὶ ὅτι οὐ τοσόνδε ὅτι δικαίως, ὡσαύτως καὶ εἰ περὶ τοῦ γενέσθαι τοῦτο ἀμφισβήτησις. [2] μὴ λανθανέτω δ᾽ ὅτι ἀναγκαῖον ἐν ταύτῃ τῇ ἀμφισβητήσει μόνῃ τὸν ἕτερον εἶναι πονηρόν: οὐ γάρ ἐστιν ἄγνοια αἰτία, ὥσπερ ἂν εἴ τινες περὶ τοῦ δικαίου ἀμφισβητοῖεν,
ὥστ᾽ ἐν τούτῳ χρονιστέον, ἐν δὲ τοῖς ἄλλοις οὔ. [3] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς τὸ πολὺ ὅτι καλὰ καὶ ὠφέλιμα αὔξησις ἔστω: τὰ γὰρ πράγματα δεῖ πιστεύεσθαι: ὀλιγάκις γὰρ καὶ τούτων ἀποδείξεις φέρουσιν, ἐὰν ἄπιστα ἐὰν ἄλλος αἰτίαν ἔχῃ. [4] ἐν δὲ τοῖς δημηγορικοῖς ὡς οὐκ ἔσται ἀμφισβητήσειεν
ἄν τις, ὡς ἔσται μὲν ποιοῦσιν κελεύει, ἀλλ᾽ οὐ δίκαια οὐκ ὠφέλιμα οὐ τηλικαῦτα. δεῖ δὲ καὶ ὁρᾶν εἴ τι ψεύδεται ἐκτὸς τοῦ πράγματος: τεκμήρια γὰρ ταῦτα φαίνεται καὶ τῶν ἄλλων ὅτι ψεύδεται. [5]
ἔστιν δὲ τὰ μὲν παραδείγματα δημηγορικώτερα, τὰ δ᾽ ἐνθυμήματα δικανικώτερα: μὲν γὰρ περὶ τὸ μέλλον, ὥστ᾽ ἐκ τῶν γενομένων ἀνάγκη παραδείγματα λέγειν, δὲ περὶ ὄντων μὴ ὄντων, οὗ μᾶλλον
ἀπόδειξίς ἐστι καὶ ἀνάγκη: ἔχει γὰρ τὸ γεγονὸς ἀνάγκην. [6] οὐ δεῖ δὲ ἐφεξῆς λέγειν τὰ ἐνθυμήματα, ἀλλ᾽ ἀναμιγνύναι: εἰ δὲ μή, καταβλάπτει ἄλληλα. ἔστιν γὰρ καὶ τοῦ ποσοῦ ὅρος. “ φίλ᾽, ἐπεὶ τόσα εἶπες ὅσ᾽ ἂν πεπνυμένος ἀνήρ,

Hom. Od. 4.204 ἀλλ᾽ οὐ τοιαῦτα. [7] καὶ μὴ περὶ πάντων ἐνθυμήματα ζητεῖ:
εἰ δὲ μή, ποιήσεις ὅπερ ἔνιοι ποιοῦσι τῶν φιλοσοφούντων, οἳ συλλογίζονται τὰ γνωριμώτερα καὶ πιστότερα ἐξ ὧν λέγουσιν. [8] καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα γὰρ ἐκκρούσει τὸ πάθος μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα: ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ
ἀφανίζουσιν ἀσθενεῖς ποιοῦοιν), οὐδ᾽ ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα: οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἀπόδειξις. [9] γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει: ἠθικὸν γὰρκαὶ ἐγὼ δέδωκα, καὶ ταῦτ᾽ εἰδὼς ὡς οὐ δεῖ πιστεύειν”: ἐὰν δὲ παθητικῶς,
καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ: τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον.” [10]

τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ δὲ περὶ τὸ γεγονός, ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης Κρήςἐκεῖνος γὰρ περὶ
τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ), καὶ νόμος ὑπόθεσις ἐν τοῖς δικανικοῖς: ἔχοντα δὲ ἀρχὴν ῥᾷον εὑρεῖν ἀπόδειξιν. καὶ οὐκ ἔχει πολλὰς διατριβάς, οἷον πρὸς ἀντίδικον περὶ αὑτοῦ, παθητικὸν ποιεῖν, ἀλλ᾽ ἥκιστα πάντων, ἐὰν μὴ ἐξιστῇ. δεῖ οὖν
ἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης: καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δ᾽ ἐν τῷ συμμαχικῷ. [11] ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν λόγον ἐπεισοδιοῦν ἐπαίνοις, οἷον Ἰσοκράτης ποιεῖ: ἀεὶ γάρ τινα εἰσάγει. καὶ
ἔλεγεν Γοργίας, ὅτι οὐχ ὑπολείπει αὐτὸν λόγος, ταὐτό ἐστιν: εἰ γὰρ Ἀχιλλέα λέγει Πηλέα ἐπαινεῖ, εἶτα Αἰακόν, εἶτα τὸν θεόν, ὁμοίως δὲ καὶ ἀνδρείαν, τὰ καὶ τὰ ποιεῖ τοιόνδε ἐστίν. [12]

ἔχοντα μὲν οὖν ἀποδείξεις καὶ ἠθικῶς λεκτέον καὶ ἀποδεικτικῶς, ἐὰν δὲ μὴ ἔχῃς ἐνθυμήματα, ἠθικῶς:
καὶ μᾶλλον τῷ ἐπιεικεῖ ἁρμόττει
χρηστὸν φαίνεσθαι τὸν λόγον ἀκριβῆ. [13] τῶν δὲ ἐνθυμημάτων τὰ ἐλεγκτικὰ μᾶλλον εὐδοκιμεῖ τῶν δεικτικῶν, ὅτι ὅσα ἔλεγχον ποιεῖ, μᾶλλον δῆλον ὅτι συλλελόγισται: παρ᾽ ἄλληλα γὰρ μᾶλλον τἀναντία γνωρίζεται.
[14]

τὰ δὲ πρὸς τὸν ἀντίδικον οὐχ ἕτερόν τι εἶδος, ἀλλὰ τῶν πίστεών ἐστι τὸ τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ. δεῖ δὲ καὶ ἐν συμβουλῇ καὶ ἐν δίκῃ ἀρχόμενον μὲν λέγειν τὰς ἑαυτοῦ πίστεις πρότερον, ὕστερον δὲ πρὸς τἀναντία ἀπαντᾶν λύοντα καὶ προδιασύροντα. ἂν δὲ πολύχους
ἐναντίωσις, πρότερον τὰ ἐναντία, οἷον ἐποίησε Καλλίστρατος ἐν τῇ Μεσσηνιακῇ ἐκκλησίᾳ: γὰρ ἐροῦσι προανελὼν οὕτως τότε αὐτὸς εἶπεν. [15] ὕστερον δὲ λέγοντα πρῶτον πρὸς τὸν ἐναντίον λόγον λεκτέον, λύοντα καὶ ἀντισυλλογιζόμενον, καὶ μάλιστα ἂν εὐδοκιμηκότα : ὥσπερ γὰρ ἄνθρωπον προδιαβεβλημένον
οὐ δέχεται ψυχή, τὸν αὐτὸν τρόπον οὐδὲ λόγον, ἐὰν ἐναντίος εὖ δοκῇ εἰρηκέναι. δεῖ οὖν χώραν ποιεῖν ἐν τῷ ἀκροατῇ τῷ μέλλοντι λόγῳ: ἔσται δὲ ἂν ἀνέλῃς: διὸ πρὸς πάντα τὰ μέγιστα τὰ εὐδοκιμοῦντα τὰ εὐέλεγκτα μαχεσάμενον οὕτω τὰ αὑτοῦ πιστὰ ποιητέον.
ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι:
ἐγὼ γὰρ Ἥραν:

Eur. Tro. 969-971 ἐν τούτοις ἥψατο πρῶτον τοῦ εὐηθεστάτου. [16]

περὶ μὲν οὖν πίστεων ταῦτα. εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἐπίφθονον μακρολογίαν ἀντιλογίαν
ἔχει, καὶ περὶ ἄλλου λοιδορίαν ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει: ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳχρημάτων δ᾽ ἄελπτον οὐθέν ἐστιν οὐδ᾽ ἀπώμοτον,

Archilochus fr. 74
καὶ τὸν Χάρωνα τὸν τέκτονα ἐν τῷ ἰάμβῳ οὗ ἀρχὴοὔ μοι τὰ Γύγεω,

καὶ ὡς Σοφοκλῆς τὸν Αἵμονα ὑπὲρ τῆς Ἀντιγόνης πρὸς τὸν πατέρα ὡς λεγόντων ἑτέρων. [17]

δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ γνώμας ποιεῖν ἐνίοτε, οἷονχρὴ δὲ τὰς
διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας: οὕτω γὰρ ἂν μέγιστα πλεονεκτοῖεν,” ἐνθυμηματικῶς δὲεἰ γὰρ δεῖ, ὅταν ὠφελιμώταται ὦσιν καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, τότε καταλλάττεσθαι, εὐτυχοῦντας δεῖ καταλλάττεσθαι.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (4 total)
  • Cross-references to this page (1):
  • Cross-references from this page (2):
    • Euripides, Trojan Women, 969
    • Homer, Odyssey, 4.204
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: