previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται: λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο. [2] λέγω
δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλ᾽ οὐ σημαίνει ἐνέργειαν: ἀλλὰ τὸἀνθοῦσαν ἔχοντος τὴν ἀκμήνἐνέργεια, καὶ τὸσὲ δ᾽ ὥσπερ ἄφετονἐλεύθερον ἐνέργεια, καὶ
τοὐντεῦθεν οὖν Ἕλληνες ᾁξαντες ποσίν:

Eur. IA 80 τὸ ᾁξαντες ἐνέργεια καὶ μεταφορά: ταχὺ γὰρ λέγει. [3] καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς. ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε, “αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής,

Hom. Od. 11.598 καὶἔπτατ᾽ ὀιστός,

Hom. Il. 13.587 καὶἐπιπτέσθαι μενεαίνων,

Hom. Il. 4.126
καὶἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι,

Hom. Il. 11.574 καὶαἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα.

Hom. Il. 15.541 ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται: τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια.
ταῦτα δὲ προσῆψε διὰ τῆς κατ᾽ ἀναλογίαν μεταφορᾶς: ὡς γὰρ λίθος πρὸς τὸν Σίσυφον, ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον. [4] ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά: “κυρτά, φαληριόωντα: πρὸ μέν τ᾽ ἄλλ᾽, αὐτὰρ ἐπ᾽ ἄλλα:

Hom. Il. 13.799
κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, δ᾽ ἐνέργεια κίνησις. [5]

δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἷον καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν: ἐπ᾽ ἄμφω γὰρ τὸν
ἀδικούμενον καταφεύγειν. εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι: ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον. [6]

ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ
ἐκ τοῦ προσεξαπατᾶν: μᾶλλον γὰρ γίγνεται δῆλον τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ψυχὴὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον”. καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾁσονται. καὶ τὰ εὖ ᾐνιγμένα
διὰ τὸ αὐτὸ ἡδέαμάθησις γάρ ἐστι καὶ μεταφορά), καὶ λέγει Θεόδωροςτὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον , καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημέναὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα:
ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ἀκούων ὑπέλαβεν: “ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα:

δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ λέγει λέγειν, ἀλλ᾽ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα
τὸν κιθαρῳδὸνθράξει σε”, προσποιεῖται γὰρ λέγειν τὸΘρᾷξ εἶ σύκαὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει.
διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι. [7] καὶ τὸβούλει αὐτὸν πέρσαι”. δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι. οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἷον τὸ φάναι
Ἀθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν: ὄνασθαι γάρ. ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν. ἀμφοτέρως γὰρ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτ᾽ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές: τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλ᾽
οὐχ οὕτω λέγει ἀλλ᾽ ἄλλως, καὶ ἀρχὴν οὐχ εἶπεν ἀπόφησιν, ἀλλ᾽ ἄλλως. [8] ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ μεταφορᾷ, τότε τὸ εὖ. οἷονἈνάσχετος οὐκ ἀνασχετόςὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶοὐκ ἂν γένοιο μᾶλλον σε δεῖ ξένος:


ξένοςγὰροὐ μᾶλλον σε δεῖτὸ αὐτὸ καὶοὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι”: ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, “καλόν γ᾽ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον:

Anaxandrides fr. 64 ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖνἄξιόν γ᾽ ἀποθανεῖν μὴ ὄντα
ἄξιον ἀποθανεῖν”, ἄξιόν γ᾽ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα”, μὴ ποιοῦντα θανάτου ἄξια”. [9] τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων: ἀλλ᾽ ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δ᾽ αἴτιον ὅτι μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ
ἐν ὀλίγῳ θᾶττον γίνεται. [10] δεῖ δ᾽ ἀεὶ προσεῖναι τὸ πρὸς ὃν λέγεται ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται: ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷονἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνονταἀλλ᾽ οὐκ ἀστεῖον, “τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον”, ἀλλ᾽ οὐκ ἀστεῖον, ἀλλ᾽ ἐὰν
ἅμα ἄμφω ἔχῃ: “ἄξιόν γ᾽ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν”. ὅσῳ δ᾽ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν. [11]

εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω,
αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί: ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἀνάλογον μεταφορά, οἷον ἀσπίς”, φαμέν, “ἐστι φιάλη Ἄρεως”, καὶτὸ τόξον φόρμιγξ ἄχορδος”.
οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δ᾽ εἰπεῖν τὸ τόξον φόρμιγγα τὴν ἀσπίδα φιάλην ἁπλοῦν. [12] καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα:
ἄμφω γὰρ συνάγεται. [13] τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ : ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα,
κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τ᾽ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν: λέγω δ᾽ ὅταν ἀποδιδῶσιν: “ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ.
ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.


καὶ τὰ τοιαῦτα πάντ᾽ εἰκόνες εἰσίν. αἱ δ᾽ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις. [14]

καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ᾽ εἴδους ἐπ᾽ εἶδος εἰσίν: οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, “ὡς Καρπάθιός”, φασιν, “τὸν λαγώ”: ἄμφω γὰρ τὸ
εἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον: [15] εἰσὶν δὲ καὶ αἱ εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένονᾠήθητε δ᾽ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον”: ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲὥσπερ τὸ καὶ τὸὑπερβολὴ
τῇ λέξει διαφέρουσα. “ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ,

” “ᾠήθης δ᾽ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ”. “ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν,

” “ᾠήθης δ᾽ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα”. [16]
εἰσὶ δ᾽ αἱ ὑπερβολαὶ μειρακιώδεις: σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα: “οὐδ᾽ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε.
κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
ἔργα δ᾽ Ἀθηναίῃ:

Hom. Il. 9.385
διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές: χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (13 total)
  • Commentary references to this page (4):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.597
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.799
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.521
  • Cross-references to this page (1):
  • Cross-references from this page (8):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: