previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἄλλος τὸ τὸ διῃρημένον συντιθέντα λέγειν τὸ συγκείμενον διαιροῦντα: ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ εἶναι οὐκ ὂν ταὐτὸ πολλάκις, ὁπότερον χρησιμώτερον, τοῦτο δεῖ ποιεῖν. ἔστι δὲ τοῦτο Εὐθυδήμου λόγος, οἷον τὸ εἰδέναι ὅτι τριήρης ἐμ Πειραεῖ ἐστίν: ἕκαστον γὰρ οἶδεν. καὶ τὸν τὰ
στοιχεῖα ἐπιστάμενον ὅτι τὸ ἔπος οἶδεν: τὸ γὰρ ἔπος τὸ αὐτό ἐστιν. καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι: ἄτοπον γὰρ εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστιν. οὕτω μὲν οὖν ἐλεγκτικόν, ὧδε δὲ δεικτικόν: οὐ γάρ ἐστιν ἓν ἀγαθὸν δύο κακά: ὅλος δὲ τόπος παραλογιστικός. πάλιν τὸ
Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσε: συντίθησι γάρ. τὸ ἐν τῷ Ὀρέστῃ τῷ Θεοδέκτου: ἐκ διαιρέσεως γάρ ἐστιν: “δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν,

Theodectes fr. 5 ἀποθνῄσκειν ταύτην, καὶ τῷ πατρί γε τιμωρεῖν τὸν υἱόν,
οὐκοῦν καὶ ταῦτα πέπρακται: συντεθέντα γὰρ ἴσως οὐκέτι δίκαιον. εἴη δ᾽ ἂν καὶ παρὰ τὴν ἔλλειψιν: ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: