previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2]
τόποι δ᾽ εἰσὶ τῶν φαινομένων ἐνθυμημάτων εἷς μὲν παρὰ τὴν λέξιν, καὶ τούτου ἓν μὲν μέρος, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς, τὸ μὴ συλλογισάμενον συμπερασματικῶς τὸ τελευταῖον εἰπεῖν, “οὐκ ἄρα τὸ καὶ τό, ἀνάγκη
ἄρα τὸ καὶ τό”, ἐν τοῖς ἐνθυμήμασι τὸ συνεστραμμένως καὶ ἀντικειμένως εἰπεῖν φαίνεται ἐνθύμημα γὰρ τοιαύτη λέξις χώρα ἐστὶν ἐνθυμήματος): καὶ ἔοικε τὸ τοιοῦτον εἶναι παρὰ τὸ σχῆμα τῆς λέξεως. ἔστι δὲ εἰς τὸ τῇ λέξει συλλογιστικῶς λέγειν χρήσιμον τὸ συλλογισμῶν πολλῶν κεφάλαια
λέγειν, ὅτι τοὺς μὲν ἔσωσε, τοῖς δ᾽ ἑτέροις ἐτιμώρησε, τοὺς δ᾽ Ἕλληνας ἠλευθέρωσε: ἕκαστον μὲν γὰρ τούτων ἐξ ἄλλων ἀπεδείχθη, συντεθέντων δὲ φαίνεται καὶ ἐκ τούτων τι γίγνεσθαι.

ἓν δὲ τὸ παρὰ τὴν ὁμωνυμίαν, τὸ φάναι σπουδαῖον εἶναι μῦν, ἀφ᾽ οὗ γ᾽ ἐστὶν τιμιωτάτη πασῶν τελετή:
τὰ γὰρ μυστήρια πασῶν τιμιωτάτη τελετή. εἴ τις κύνα ἐγκωμιάζων τὸν ἐν τῷ οὐρανῷ συμπαραλαμβάνοι, τὸν Πᾶνα, ὅτι Πίνδαρος ἔφησεν μάκαρ, ὅν τε μεγάλας θεοῦ κύνα παντοδαπὸν
καλέουσιν Ὀλύμπιοι,


ὅτι τὸ μηδένα εἶναι κύν᾽ ἀτιμότατόν ἐστιν, ὥστε τὸ κύνα δῆλον ὅτι τίμιον. καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν: μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς. καὶ τὸ τὸν λόγον εἶναι σπουδαιότατον, ὅτι οἱ ἀγαθοὶ ἄνδρες οὐ χρημάτων ἀλλὰ λόγου εἰσὶν ἄξιοι: τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς
λέγεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: