previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι ἁμάρτημα διὰ τῶν γενῶν τοῦ πράγματος λέγουσιν οἱ μάντεις: τύχοι γὰρ ἄν τις μᾶλλον ἐν τοῖς ἀρτιασμοῖς ἄρτια περισσὰ εἰπὼν μᾶλλον πόσα ἔχει, καὶ τὸ ὅτι ἔσται τὸ πότε, διὸ οἱ χρησμολόγοι
οὐ προσορίζονται τὸ πότε. ἅπαντα δὴ ταῦτα ὅμοια, ὥστ᾽ ἂν μὴ τοιούτου τινὸς ἕνεκα, φευκτέον. [5] τέταρτον, ὡς Πρωταγόρας τὰ γένη τῶν ὀνομάτων διῄρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη: δεῖ γὰρ ἀποδιδόναι καὶ ταῦτα ὀρθῶς: [6] δ᾽ ἐλθοῦσα καὶ διαλεχθεῖσα ᾤχετο”. πέμπτον ἐν τῷ τὰ πολλὰ καὶ ὀλίγα
καὶ ἓν ὀρθῶς ὀνομάζειν: “οἱ δ᾽ ἐλθόντες ἔτυπτόν με”.

ὅλως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον: ἔστιν δὲ τὸ αὐτό: ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδ᾽ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ Ἡρακλείτου. τὰ γὰρ Ἡρακλείτου διαστίξαι ἔργον διὰ τὸ ἄδηλον
εἶναι ποτέρῳ πρόσκειται, τῷ ὕστερον τῷ πρότερον, οἷον ἐν τῇ ἀρχῇ αὐτῇ τοῦ συγγράμματος: φησὶ γὰρτοῦ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ ἀξύνετοι ἄνθρωποι γίγνονται”: ἄδηλον γὰρ τὸ ἀεί, πρὸς ποτέρῳ δεῖ διαστίξαι. [7] ἔτι τόδε ποιεῖ σολοικίζειν, τὸ μὴ ἀποδιδόναι, ἐὰν μὴ ἐπιζευγνύῃς ἀμφοῖν ἁρμόττει,
οἷον ψόφῳ καὶ χρώματι τὸ μὲν ἰδὼν οὐ κοινόν, τὸ δ᾽ αἰσθόμενος κοινόν: ἀσαφῆ δὲ ἂν μὴ προθεὶς εἴπῃς, μέλλων πολλὰ μεταξὺ ἐμβάλλειν, οἷονἔμελλον γὰρ διαλεχθεὶς ἐκείνῳ τάδε καὶ τάδε καὶ ὧδε πορεύεσθαι”, ἀλλὰ μὴἔμελλον γὰρ διαλεχθεὶς πορεύεσθαι, εἶτα τάδε καὶ τάδε καὶ ὧδε
ἐγένετο”. 6.

εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντ᾽ ὀνόματος, οἷον μὴ κύκλον, ἀλλ᾽ ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον: εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα. [2] καὶ ἐὰν αἰσχρὸν ἀπρεπές, ἐὰν μὲν ἐν τῷ
λόγῳ τὸ αἰσχρόν, τοὔνομα λέγειν, ἐὰν δ᾽ ἐν τῷ ὀνόματι, τὸν λόγον. [3] καὶ μεταφορᾷ δηλοῦν καὶ τοῖς ἐπιθέτοις, εὐλαβούμενον τὸ ποιητικόν. [4] καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν: ἑνὸς ὄντος λιμένος ὅμως λέγουσιλιμένας εἰς Ἀχαϊκούς


καὶδέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί.

Eur. IT 727 [5] καὶ μὴ ἐπιζευγνύναι, ἀλλ᾽ ἑκατέρῳ ἑκάτερον, “τῆς γυναικὸς τῆς ἡμετέρας”: ἐὰν δὲ συντόμως, τοὐναντίον, “τῆς ἡμετέρας γυναικός”. [6] καὶ μετὰ συνδέσμου λέγειν: ἐὰν δὲ συντόμως, ἄνευ μὲν συνδέσμου, μὴ ἀσύνδετα δέ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: