previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔνστασις διχῶς: γὰρ καθόλου εἰπόντα ὅτι πᾶσα ἔνδεια πονηρόν, κατὰ μέρος ὅτι οὐκ ἂν ἐλέγετο Καύνιος ἔρως, εἰ μὴ ἦσαν καὶ πονηροὶ ἔρωτες. [5]

ἀπὸ δὲ τοῦ ἐναντίου ἔνστασις φέρεται, οἷον, εἰ τὸ ἐνθύμημα ἦν
ὅτι ἀγαθὸς ἀνὴρ πάντας τοὺς φίλους εὖ ποιεῖ, ὅτι ἀλλ᾽ οὐδ᾽ μοχθηρὸς κακῶς. [6]

ἀπὸ δὲ τοῦ ὁμοίου, οἷον, εἰ ἦν τὸ ἐνθύμημα ὅτι οἱ κακῶς πεπονθότες ἀεὶ μισοῦσιν, ὅτι ἀλλ᾽ οὐδ᾽ οἱ εὖ πεπονθότες ἀεὶ φιλοῦσιν. [7]

αἱ δὲ κρίσεις αἱ ἀπὸ τῶν γνωρίμων ἀνδρῶν, οἷον εἴ τις ἐνθύμημα εἶπεν
ὅτι τοῖς μεθύουσι δεῖ συγγνώμην ἔχειν, ἀγνοοῦντες γὰρ ἁμαρτάνουσιν, ἔνστασις ὅτι οὔκουν Πιττακὸς αἰνετός: οὐ γὰρ ἂν μείζους ζημίας ἐνομοθέτησεν ἐάν τις μεθύων ἁμαρτάνῃ. [8]

ἐπεὶ δὲ τὰ ἐνθυμήματα λέγεται ἐκ τεττάρων, τὰ δὲ τέτταρα ταῦτ᾽ ἐστίν, εἰκὸς παράδειγμα τεκμήριον σημεῖον, ἔστι δὲ
τὰ μὲν ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ὄντων δοκούντων συνηγμένα ἐνθυμήματα ἐκ τῶν εἰκότων, τὰ δὲ δι᾽ ἐπαγωγῆς ἐκ τοῦ ὁμοίου, ἑνὸς πλειόνων, ὅταν λαβὼν τὸ καθόλου εἶτα συλλογίσηται τὰ κατὰ μέρος, διὰ παραδείγματος, τὰ δὲ διὰ ἀναγκαίου καὶ ἀεὶ ὄντος διὰ τεκμηρίου, τὰ δὲ διὰ τοῦ καθόλου
τοῦ ἐν μέρει ὄντος, ἐάν τε ὂν ἐάν τε μή, διὰ σημείων, τὸ δὲ εἰκὸς οὐ τὸ ἀεὶ ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι τὰ τοιαῦτα μὲν τῶν ἐνθυμημάτων ἀεὶ ἔστι λύειν φέροντα ἔνστασιν, [9] δὲ λύσις φαινομένη ἀλλ᾽ οὐκ ἀληθὴς ἀεί: οὐ γὰρ ὅτι οὐκ εἰκός λύει ἐνιστάμενος, ἀλλ᾽ ὅτι οὐκ ἀναγκαῖον: [10] διὸ καὶ ἀεὶ
ἔστι πλεονεκτεῖν ἀπολογούμενον μᾶλλον κατηγοροῦντα διὰ τοῦτον τὸν παραλογισμόν: ἐπεὶ γὰρ μὲν κατηγορῶν διὰ εἰκότων ἀποδείκνυσιν, ἔστι δὲ οὐ ταὐτὸ λῦσαι ὅτι οὐκ εἰκὸς ὅτι οὐκ ἀναγκαῖον, ἀεὶ δ᾽ ἔχει ἔνστασιν τὸ ὡς ἐπὶ τὸ πολύοὐ γὰρ ἂν ἅμ᾽ ἀεὶ εἰκός, ἀεὶ καὶ ἀναγκαῖον), δὲ κριτὴς
οἴεται, ἂν οὕτω λυθῇ, οὐκ εἰκὸς εἶναι οὐχ αὑτῷ κριτέον, παραλογιζόμενος, ὥσπερ ἐλέγομενοὐ γὰρ ἐκ τῶν ἀναγκαίων δεῖ αὐτὸν μόνον κρίνειν, ἀλλὰ καὶ ἐκ τῶν εἰκότων: τοῦτο γάρ ἐστι τὸ γνώμῃ τῇ ἀρίστῃ κρίνειν), οὔκουν ἱκανὸν ἂν λύσῃ ὅτι οὐκ ἀναγκαῖον, ἀλλὰ δεῖ λύειν ὅτι οὐκ εἰκός. [11]
τοῦτο δὲ συμβήσεται ἐὰν ἔνστασις μᾶλλον ὡς ἐπὶ τὸ πολύ. ἐνδέχεται δὲ εἶναι τοιαύτην διχῶς, τῷ χρόνῳ τοῖς πράγμασιν, κυριώτατα δὲ εἰ ἀμφοῖν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: