previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ μὲν οὖν μνημονευτὰ ἡδέα ἐστὶν οὐ μόνον ὅσα ἐν τῷ παρόντι, ὅτε παρῆν, ἡδέα ἦν, ἀλλ᾽ ἔνια καὶ οὐχ ἡδέα, ἂν ὕστερον καλὸν καὶ ἀγαθὸν τὸ μετὰ τοῦτο: ὅθεν καὶ τοῦτ᾽ εἴρηται, “ἀλλ᾽ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων,

Eur. fr. 133
καὶμετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ
μνημένος ὅστις πολλὰ πάθῃ καὶ πολλὰ ἐόργῃ:

Hom. Od. 15.400-401 [9] τούτου δ᾽ αἴτιον ὅτι ἡδὺ καὶ τὸ μὴ ἔχειν κακόν: τὰ δ᾽ ἐν ἐλπίδι ὅσα παρόντα εὐφραίνειν ὠφελεῖν φαίνεται μεγάλα, καὶ ἄνευ λύπης ὠφελεῖν. ὅλως δὲ ὅσα παρόντα εὐφραίνει, καὶ
ἐλπίζοντας καὶ μεμνημένους ὡς ἐπὶ τὸ πολύ: διὸ καὶ τὸ ὀργίζεσθαι ἡδύ, ὥσπερ καὶ Ὅμηρος ἐποίησε περὶ τοῦ θυμοῦὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

Hom. Il. 18.109οὐθεὶς γὰρ ὀργίζεται τῷ ἀδυνάτῳ φαινομένῳ τιμωρίας τυχεῖν, τοῖς δὲ πολὺ ὑπὲρ αὑτοὺς τῇ δυνάμει οὐκ ὀργίζονται
ἧττον): [10] καὶ ἐν ταῖς πλείσταις ἐπιθυμίαις ἀκολουθεῖ τις ἡδονή: γὰρ μεμνημένοι ὡς ἔτυχον ἐλπίζοντες ὡς τεύξονται χαίρουσίν τινα ἡδονήν, οἷον οἵ τ᾽ ἐν τοῖς πυρετοῖς ἐχόμενοι ταῖς δίψαις καὶ μεμνημένοι ὡς ἔπιον καὶ ἐλπίζοντες πιεῖσθαι χαίρουσιν, [11] καὶ οἱ ἐρῶντες καὶ διαλεγόμενοι καὶ γράφοντες
καὶ ποιοῦντές τι ἀεὶ περὶ τοῦ ἐρωμένου χαίρουσιν: ἐν ἅπασι γὰρ τοῖς τοιούτοις μεμνημένοι οἷον αἰσθάνεσθαι οἴονται τοῦ ἐρωμένου. καὶ ἀρχὴ δὲ τοῦ ἔρωτος αὕτη γίγνεται πᾶσιν, ὅταν μὴ μόνον παρόντος χαίρωσιν ἀλλὰ καὶ ἀπόντος μεμνημένοις ἐρῶσιν λύπη προσγένηται τῷ μὴ παρεῖναι,
καὶ ἐν πένθεσι καὶ θρήνοις ὡσαύτως ἐπιγίγνεταί τις ἡδονή: [12] μὲν γὰρ λύπη ἐπὶ τῷ μὴ ὑπάρχειν, ἡδονὴ δ᾽ ἐν τῷ μεμνῆσθαι καὶ ὁρᾶν πως ἐκεῖνον καὶ ἔπραττεν καὶ οἷος ἦν: διὸ καὶ τοῦτ᾽ εἰκότως εἴρηταιὧς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.

Hom. Il. 23.108, Od. 4.183 [13]
καὶ τὸ τιμωρεῖσθαι ἡδύ. οὗ γὰρ τὸ μὴ τυγχάνειν λυπηρόν, τὸ τυγχάνειν ἡδύ: οἱ δ᾽ ὀργιζόμενοι λυποῦνται ἀνυπερβλήτως μὴ τιμωρούμενοι, ἐλπίζοντες δὲ χαίρουσιν. [14] καὶ τὸ νικᾶν ἡδύ, οὐ μόνον τοῖς φιλονίκοις ἀλλὰ πᾶσιν: φαντασία γὰρ ὑπεροχῆς γίγνεται, οὗ πάντες ἔχουσιν ἐπιθυμίαν ἠρέμα μάλα. [15] ἐπεὶ
δὲ τὸ νικᾶν ἡδύ, ἀνάγκη καὶ τὰς παιδιὰς ἡδείας εἶναι τὰς μαχητικὰς καὶ τὰς ἐριστικάς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: