previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


10.

περὶ δὲ κατηγορίας καὶ ἀπολογίας, ἐκ πόσων καὶ ποίων ποιεῖσθαι δεῖ τοὺς συλλογισμούς, ἐχόμενον ἂν εἴη λέγειν. [2] δεῖ δὴ λαβεῖν τρία, ἓν μὲν τίνων καὶ πόσων ἕνεκα ἀδικοῦσι, δεύτερον δὲ πῶς αὐτοὶ διακείμενοι, τρίτον δὲ τοὺς ποίους
καὶ πῶς ἔχοντας. [3] διορισάμενοι οὖν τὸ ἀδικεῖν λέγωμεν ἑξῆς.

ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα παρὰ τὸν νόμον. νόμος δ᾽ ἐστὶν μὲν ἴδιος δὲ κοινός: λέγω δὲ ἴδιον μὲν καθ᾽ ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ. ἑκόντες δὲ
ποιοῦσιν ὅσα εἰδότες καὶ μὴ ἀναγκαζόμενοι. ὅσα μὲν οὖν εἰδότες, οὐ πάντα προαιρούμενοι, ὅσα δὲ προαιρούμενοι, εἰδότες ἅπαντα: οὐδεὶς γὰρ προαιρεῖται ἀγνοεῖ. [4] δι᾽ δὲ προαιροῦνται βλάπτειν καὶ φαῦλα ποιεῖν παρὰ τὸν νόμον κακία ἐστὶν καὶ ἀκρασία: ἐὰν γάρ τινες ἔχωσιν μοχθηρίαν
μίαν πλείους, περὶ τοῦτο μοχθηροὶ τυγχάνουσιν ὄντες καὶ ἄδικοί εἰσιν: οἷον μὲν ἀνελεύθερος περὶ χρήματα, δ᾽ ἀκόλαστος περὶ τὰς τοῦ σώματος ἡδονάς, δὲ μαλακὸς περὶ τὰ ῥάθυμα, δὲ δειλὸς περὶ τοὺς κινδύνουςτοὺς γὰρ συγκινδυνεύοντας ἐγκαταλιμπάνουσι διὰ τὸν φόβον),
δὲ φιλότιμος διὰ τιμήν, δ᾽ ὀξύθυμος δι᾽ ὀργήν, δὲ φιλόνικος διὰ νίκην, δὲ πικρὸς διὰ τιμωρίαν, δ᾽ ἄφρων διὰ τὸ ἀπατᾶσθαι περὶ τὸ δίκαιον καὶ ἄδικον, δ᾽ ἀναίσχυντος δι᾽ ὀλιγωρίαν δόξης: ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστος περὶ ἕκαστον τῶν ὑποκειμένων.
[5]

ἀλλὰ περὶ μὲν τούτων δῆλον, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς εἰρημένων, τὰ δ᾽ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων: λοιπὸν δ᾽ εἰπεῖν τίνος ἕνεκα καὶ πῶς ἔχοντες ἀδικοῦσι καὶ τίνας. [6]

πρῶτον μὲν οὖν διελώμεθα τίνων ὀρεγόμενοι καὶ ποῖα φεύγοντες ἐγχειροῦσιν ἀδικεῖν: δῆλον γὰρ ὡς τῷ μὲν κατηγοροῦντι
πόσα καὶ ποῖα τούτων ὑπάρχει τῷ ἀντιδίκῳ σκεπτέον, ὧν ἐφιέμενοι πάντες τοὺς πλησίον ἀδικοῦσι, τῷ δὲ ἀπολογουμένῳ ποῖα καὶ πόσα τούτων οὐχ ὑπάρχει. [7] πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ δι᾽ αὑτοὺς τὰ δὲ δι᾽ αὑτούς. τῶν μὲν οὖν μὴ δι᾽ αὑτοὺς τὰ μὲν διὰ τύχην πράττουσι τὰ δ᾽
ἐξ ἀνάγκης, τῶν δ᾽ ἐξ ἀνάγκης τὰ μὲν βίᾳ τὰ δὲ φύσει, ὥστε πάντα ὅσα μὴ δι᾽ αὑτοὺς πράττουσι, τὰ μὲν ἀπὸ τύχης τὰ δὲ φύσει τὰ δὲ βίᾳ. ὅσα δὲ δι᾽ αὑτούς, καὶ ὧν αὐτοὶ αἴτιοι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: