previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γίγνεσθαι καὶ ὑπάρχειν πάντα τὰ πλεῖστα τὰ μέγιστα. αἰτία δ᾽ ἐστὶν τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων φύσιςἐνδέχεται δὲ καὶ παρὰ φύσιν εἶναι): ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλλους
δὲ καὶ μεγέθους φύσις. ὅλως δὲ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐστιν ἀπὸ τύχης ἐφ᾽ οἷς ἐστιν φθόνος. ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, δὲ καλός, οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, δ᾽ εὗρεν, εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος,
τούτου δὲ μή, εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν: πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι. [18]

περὶ δὲ ἀρετῆς ἐπείπερ οἰκειότατος περὶ τοὺς ἐπαίνους τόπος, ὅταν περὶ ἐπαίνου ποιώμεθα τὸν λόγον, τότε διοριστέον.
6.

ὧν μὲν οὖν δεῖ στοχάζεσθαι προτρέποντα ὡς ἐσομένων ὑπαρχόντων, καὶ ὧν ἀποτρέποντα, φανερόν: τὰ γὰρ ἐναντία τούτων ἐστίν. ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸς τὸ συμφέρονβουλεύονται γὰρ οὐ περὶ τοῦ τέλους, ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος, ταῦτα δ᾽ ἐστὶ τὰ συμφέροντα κατὰ
τὰς πράξεις, τὸ δὲ συμφέρον ἀγαθόν), ληπτέον ἂν εἴη τὰ στοιχεῖα περὶ ἀγαθοῦ καὶ συμφέροντος ἁπλῶς. [2]

ἔστω δὴ ἀγαθὸν ἂν αὐτὸ ἑαυτοῦ ἕνεκα αἱρετόν, καὶ οὗ ἕνεκα ἄλλο αἱρούμεθα, καὶ οὗ ἐφίεται πάντα, πάντα τὰ αἴσθησιν ἔχοντα νοῦν εἰ λάβοι νοῦν, καὶ ὅσα νοῦς ἂν ἑκάστῳ
ἀποδοίη, καὶ ὅσα περὶ ἕκαστον νοῦς ἀποδίδωσιν ἑκάστῳ: τοῦτό γάρ ἐστιν ἑκάστῳ ἀγαθόν, καὶ οὗ παρόντος εὖ διάκειται καὶ αὐτάρκως ἔχει, καὶ τὸ αὔταρκες, καὶ τὸ ποιητικὸν φυλακτικὸν τῶν τοιούτων, καὶ ἀκολουθεῖ τὰ τοιαῦτα, καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά. [3] ἀκολουθεῖ δὲ
διχῶς γὰρ ἅμα ὕστερον, οἷον τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι ὕστερον, τῷ δὲ ὑγιαίνειν τὸ ζῆν ἅμα), καὶ τὰ ποιητικὰ τριχῶς, τὰ μὲν ὡς τὸ ὑγιαίνειν ὑγιείας, τὰ δὲ ὡς σιτία ὑγιείας, τὰ δὲ ὡς τὸ γυμνάζεσθαι, ὅτι ὡς ἐπὶ τὸ πολὺ ποιεῖ ὑγίειαν. [4] τούτων δὲ κειμένων ἀνάγκη τάς τε
λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς τῶν κακῶν ἀποβολάς: ἀκολουθεῖ γὰρ τῷ μὲν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ τὸ ἔχειν τὸ ἀγαθὸν ὕστερον. [5] καὶ ἀντ᾽ ἐλάττονος ἀγαθοῦ μείζονος λῆψις καὶ ἀντὶ μείζονος κακοῦ ἐλάττονος:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: