previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1339α] σημεῖον γὰρ οὐ μικρὸν ὅτι δύνανται τοῦτο παρασκευάζειν, ἐν γὰρ τοῖς Ὀλυμπιονίκαις δύο τις ἂν τρεῖς εὕροι τοὺς αὐτοὺς νενικηκότας ἄνδρας τε καὶ παῖδας, διὰ τὸ νέους ἀσκοῦντας ἀφαιρεῖσθαι τὴν δύναμιν ὑπὸ τῶν ἀναγκαίων γυμνασίων: ὅταν δ᾽ ἀφ᾽ [5] ἥβης ἔτη τρία πρὸς τοῖς ἄλλοις μαθήμασι γένωνται, τότε ἁρμόττει καὶ τοῖς πόνοις καὶ ταῖς ἀναγκοφαγίαις καταλαμβάνειν τὴν ἐχομένην ἡλικίαν: ἅμα γὰρ τῇ τε διανοίᾳ καὶ τῷ σώματι διαπονεῖν οὐ δεῖ, τοὐναντίον γὰρ ἑκάτερος ἀπεργάζεσθαι πέφυκε τῶν πόνων, ἐμποδίζων μὲν τοῦ [10] σώματος πόνος τὴν διάνοιαν δὲ ταύτης τὸ σῶμα).

περὶ δὲ μουσικῆς ἔνια μὲν διηπορήκαμεν τῷ λόγῳ καὶ πρότερον, καλῶς δ᾽ ἔχει καὶ νῦν ἀναλαβόντας αὐτὰ προαγαγεῖν, ἵνα ὥσπερ ἐνδόσιμον γένηται τοῖς λόγοις οὓς ἄν τις εἴπειεν ἀποφαινόμενος περὶ αὐτῆς. οὔτε γὰρ τίνα [15] ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χάριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀναπαύσεως, καθάπερ ὕπνου καὶ μέθηςταῦτα γὰρ καθ᾽ αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ᾽ ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥς φησιν Εὐριπίδης: διὸ καὶ τάττουσιν αὐτὴν καὶ [20] χρῶνται πᾶσι τούτοις ὁμοίως, ὕπνῳ καὶ μέθῃ καὶ μουσικῇ: τιθέασι δὲ καὶ τὴν ὄρχησιν ἐν τούτοις), μᾶλλον οἰητέον πρὸς ἀρετήν τι τείνειν τὴν μουσικήν, ὡς δυναμένην, καθάπερ γυμναστικὴ τὸ σῶμα ποιόν τι παρασκευάζει, καὶ τὴν μουσικὴν τὸ ἦθος ποιόν τι ποιεῖν, ἐθίζουσαν δύνασθαι χαίρειν [25] ὀρθῶς, πρὸς διαγωγήν τι συμβάλλεται καὶ πρὸς φρόνησινκαὶ γὰρ τοῦτο τρίτον θετέον τῶν εἰρημένων). ὅτι μὲν οὖν δεῖ τοὺς νέους μὴ παιδιᾶς ἕνεκα παιδεύειν, οὐκ ἄδηλονοὐ γὰρ παίζουσι μανθάνοντες: μετὰ λύπης γὰρ μάθησις): ἀλλὰ μὴν οὐδὲ διαγωγήν γε παισὶν ἁρμόττει [30] καὶ ταῖς ἡλικίαις ἀποδιδόναι ταῖς τοιαύταιςοὐθενὶ γὰρ ἀτελεῖ προσήκει τέλος). ἀλλ᾽ ἴσως ἂν δόξειεν τῶν παίδων σπουδὴ παιδιᾶς εἶναι χάριν ἀνδράσι γενομένοις καὶ τελειωθεῖσιν. ἀλλ᾽ εἰ τοῦτ᾽ ἐστὶ τοιοῦτον, τίνος ἂν ἕνεκα δέοι μανθάνειν αὐτούς, ἀλλὰ μή, καθάπερ οἱ τῶν Περσῶν καὶ [35] Μήδων βασιλεῖς, δι᾽ ἄλλων αὐτὸ ποιούντων μεταλαμβάνειν τῆς ἡδονῆς καὶ τῆς μαθήσεως; καὶ γὰρ ἀναγκαῖον βέλτιον ἀπεργάζεσθαι τοὺς αὐτὸ τοῦτο πεποιημένους ἔργον καὶ τέχνην τῶν τοσοῦτον χρόνον ἐπιμελουμένων ὅσον πρὸς μάθησιν μόνον. εἰ δὲ δεῖ τὰ τοιαῦτα διαπονεῖν αὐτούς, καὶ τὰ περὶ τὴν τῶν [40] ὄψων πραγματείαν αὐτοὺς ἂν δέοι παρασκευάζειν: ἀλλ᾽ ἄτοπον. τὴν δ᾽ αὐτὴν ἀπορίαν ἔχει καὶ εἰ δύναται τὰ ἤθη βελτίω ποιεῖν: ταῦτα γὰρ τί δεῖ μανθάνειν αὐτούς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: