previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1318α] ἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό γε περιαιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς ποιεῖν. τὰ μὲν οὖν κοινὰ ταῖς δημοκρατίαις ταῦτ᾽ ἐστί: συμβαίνει δ᾽ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ [5]τοῦτο δ᾽ ἐστὶ τὸ ἴσον ἔχειν ἅπαντας κατ᾽ ἀριθμόν μάλιστ᾽ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος. ἴσον γὰρ τὸ μηθὲν μᾶλλον ἄρχειν τοὺς ἀπόρους τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου κατ᾽ ἀριθμόν: οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τ᾽ ἰσότητα τῇ πολιτείᾳ [10] καὶ τὴν ἐλευθερίαν.

τὸ δὲ μετὰ τοῦτο ἀπορεῖται πῶς ἕξουσι τὸ ἴσον, πότερον δεῖ τὰ τιμήματα διελεῖν χιλίοις τὰ τῶν πεντακοσίων καὶ τοὺς χιλίους ἴσον δύνασθαι τοῖς πεντακοσίοις, οὐχ οὕτω δεῖ τιθέναι τὴν κατὰ τοῦτο ἰσότητα, ἀλλὰ διελεῖν [15] μὲν οὕτως, ἔπειτα ἐκ τῶν πεντακοσίων ἴσους λαβόντα καὶ ἐκ τῶν χιλίων, τούτους κυρίους εἶναι τῶν αἱρέσεων καὶ τῶν δικαστηρίων. πότερον οὖν αὕτη πολιτεία δικαιοτάτη κατὰ τὸ δημοτικὸν δίκαιον, μᾶλλον κατὰ τὸ πλῆθος; φασὶ γὰρ οἱ δημοτικοὶ τοῦτο δίκαιον τι ἂν δόξῃ τοῖς πλείοσιν, [20] οἱ δ᾽ ὀλιγαρχικοὶ τι ἂν δόξῃ τῇ πλείονι οὐσίᾳ: κατὰ πλῆθος γὰρ οὐσίας φασὶ κρίνεσθαι δεῖν. ἔχει δ᾽ ἀμφότερα ἀνισότητα καὶ ἀδικίαν: εἰ μὲν γὰρ τι ἂν οἱ ὀλίγοι, τυραννίςκαὶ γὰρ ἐὰν εἷς ἔχῃ πλείω τῶν ἄλλων εὐπόρων, κατὰ τὸ ὀλιγαρχικὸν δίκαιον ἄρχειν δίκαιος μόνος), εἰ [25] δ᾽ τι ἂν οἱ πλείους κατ᾽ ἀριθμόν, ἀδικήσουσι δημεύοντες τὰ τῶν πλουσίων καὶ ἐλαττόνων, καθάπερ εἴρηται πρότερον.

τίς ἂν οὖν εἴη ἰσότης ἣν ὁμολογήσουσιν ἀμφότεροι, σκεπτέον ἐξ ὧν ὁρίζονται δικαίων ἀμφότεροι. λέγουσι γὰρ ὡς τι ἂν δόξῃ τοῖς πλείοσι τῶν πολιτῶν, τοῦτ᾽ εἶναι δεῖ κύριον: [30] ἔστω δὴ τοῦτο, μὴ μέντοι πάντως, ἀλλ᾽ ἐπειδὴ δύο μέρη τετύχηκεν ἐξ ὧν πόλις, πλούσιοι καὶ πένητες, τι ἂν ἀμφοτέροις δόξῃ τοῖς πλείοσι, τοῦτο κύριον ἔστω, ἐὰν δὲ τἀναντία δόξῃ, τι ἂν οἱ πλείους καὶ ὧν τὸ τίμημα πλεῖον: οἷον, εἰ οἱ μὲν δέκα οἱ δὲ εἴκοσιν, ἔδοξε δὲ τῶν μὲν πλουσίων [35] τοῖς ἓξ τῶν δ᾽ ἀπορωτέρων τοῖς πεντεκαίδεκα, προσγεγένηνται τοῖς μὲν πένησι τέτταρες τῶν πλουσίων, τοῖς δὲ πλουσίοις πέντε τῶν πενήτων: ὁποτέρων οὖν τὸ τίμημα ὑπερτείνει συναριθμουμένων ἀμφοτέρων ἑκατέροις, τοῦτο κύριον. ἐὰν δὲ ἴσοι συμπέσωσι, κοινὴν εἶναι ταύτην νομιστέον ἀπορίαν ὥσπερ [40] νῦν ἐὰν δίχα ἐκκλησία γένηται τὸ δικαστήριον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: