previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1301β] μάλιστα γὰρ εὔλογον ἀνίσους ἁπλῶς εἶναι τούτους μόνον. εἰσὶ δέ τινες οἳ κατὰ γένος ὑπερέχοντες οὐκ ἀξιοῦσι τῶν ἴσων αὑτοὺς διὰ τὴν ἀνισότητα ταύτην: εὐγενεῖς γὰρ εἶναι δοκοῦσιν οἷς ὑπάρχει προγόνων ἀρετὴ καὶ πλοῦτος.

ἀρχαὶ [5] μὲν οὖν ὡς εἰπεῖν αὗται καὶ πηγαὶ τῶν στάσεών εἰσιν, ὅθεν στασιάζουσιν: διὸ καὶ αἱ μεταβολαὶ γίνονται διχῶς: ὁτὲ μὲν γὰρ πρὸς τὴν πολιτείαν, ὅπως ἐκ τῆς καθεστηκυίας ἄλλην μεταστήσωσιν, οἷον ἐκ δημοκρατίας ὀλιγαρχίαν δημοκρατίαν ἐξ ὀλιγαρχίας, πολιτείαν καὶ ἀριστοκρατίαν [10] ἐκ τούτων, ταύτας ἐξ ἐκείνων, ὁτὲ δ᾽ οὐ πρὸς τὴν καθεστηκυῖαν πολιτείαν, ἀλλὰ τὴν μὲν κατάστασιν προαιροῦνται τὴν αὐτήν, δι᾽ αὑτῶν δ᾽ εἶναι βούλονται ταύτην, οἷον τὴν ὀλιγαρχίαν τὴν μοναρχίαν: ἔτι περὶ τοῦ μᾶλλον καὶ ἧττον, οἷον ὀλιγαρχίαν οὖσαν εἰς τὸ μᾶλλον ὀλιγαρχεῖσθαι [15] εἰς τὸ ἧττον, δημοκρατίαν οὖσαν εἰς τὸ μᾶλλον δημοκρατεῖσθαι εἰς τὸ ἧττον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πολιτειῶν, ἵνα ἐπιταθῶσιν ἀνεθῶσιν: ἔτι πρὸς τὸ μέρος τι κινῆσαι τῆς πολιτείας, οἷον ἀρχήν τινα καταστῆσαι ἀνελεῖν, ὥσπερ ἐν Λακεδαίμονί φασι Λύσανδρόν [20] τινες ἐπιχειρῆσαι καταλῦσαι τὴν βασιλείαν καὶ Παυσανίαν τὸν βασιλέα τὴν ἐφορείαν, καὶ ἐν Ἐπιδάμνῳ δὲ μετέβαλεν πολιτεία κατὰ μόριονἀντὶ γὰρ τῶν φυλάρχων βουλὴν ἐποίησαν, εἰς δὲ τὴν ἡλιαίαν ἐπάναγκές ἐστιν ἔτι τῶν ἐν τῷ πολιτεύματι βαδίζειν τὰς ἀρχάς, ὅταν [25] ἐπιψηφίζηται ἀρχή τις, ὀλιγαρχικὸν δὲ καὶ ἄρχων εἷς ἦν ἐν τῇ πολιτείᾳ ταύτῃ). πανταχοῦ γὰρ διὰ τὸ ἄνισον στάσις, οὐ μὴ τοῖς ἀνίσοις ὑπάρχει ἀνάλογονἀΐδιος γὰρ βασιλεία ἄνισος, ἐὰν ἐν ἴσοις): ὅλως γὰρ τὸ ἴσον ζητοῦντες στασιάζουσιν. ἔστι δὲ διττὸν τὸ ἴσον: τὸ μὲν γὰρ [30] ἀριθμῷ τὸ δὲ κατ᾽ ἀξίαν ἐστίν. λέγω δὲ ἀριθμῷ μὲν τὸ πλήθει μεγέθει ταὐτὸ καὶ ἴσον, κατ᾽ ἀξίαν δὲ τὸ τῷ λόγῳ, οἷον ὑπερέχει κατ᾽ ἀριθμὸν μὲν ἴσῳ τὰ τρία τοῖν δυοῖν καὶ ταῦτα τοῦ ἑνός, λόγῳ δὲ τὰ τέτταρα τοῖν δυοῖν καὶ ταῦτα τοῦ ἑνός: ἴσον γὰρ μέρος τὰ δύο τῶν τεττάρων καὶ [35] τὸ ἓν τοῖν δυοῖν: ἄμφω γὰρ ἡμίση. ὁμολογοῦντες δὲ τὸ ἁπλῶς εἶναι δίκαιον τὸ κατ᾽ ἀξίαν, διαφέρονται, καθάπερ ἐλέχθη πρότερον, οἱ μὲν ὅτι, ἐὰν κατὰ τὶ ἴσοι ὦσιν, ὅλως ἴσοι νομίζουσιν εἶναι, οἱ δ᾽ ὅτι, ἐὰν κατὰ τὶ ἄνισοι, πάντων ἀνίσων ἀξιοῦσιν ἑαυτούς. διὸ καὶ μάλιστα δύο γίνονται [40] πολιτεῖαι, δῆμος καὶ ὀλιγαρχία: εὐγένεια γὰρ καὶ ἀρετὴ ἐν ὀλίγοις, ταῦτα δ᾽ ἐν πλείοσιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PHYLARCHI
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: