previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1301α] οὗτοι μὲν οὖν οἱ τρόποι τέτταρες τὸν ἀριθμόν: τοσοῦτοι δ᾽ ἕτεροι καὶ οἱ κατὰ μέρος. πάλιν γὰρ ἐκ τινῶν καὶ οἱ δικάζοντες περὶ πάντων αἱρέσει, ἐκ τινῶν περὶ πάντων κλήρῳ, τὰ μὲν κλήρῳ τὰ δὲ αἱρέσει, ἔνια δικαστήρια [5] περὶ τῶν αὐτῶν ἐκ κληρωτῶν καὶ αἱρετῶν. οὗτοι μὲν οὖν, ὥσπερ ἐλέχθησαν, οἱ τρόποι ἀντίστροφοι τοῖς εἰρημένοις: ἔτι δὲ τὰ αὐτὰ συνδυαζόμενα, λέγω δ᾽ οἷον τὰ μὲν ἐκ πάντων τὰ δ᾽ ἐκ τινῶν τὰ δ᾽ ἐξ ἀμφοῖνοἷον εἰ τοῦ αὐτοῦ δικαστηρίου εἶεν οἱ μὲν ἐκ πάντων οἱ δ᾽ ἐκ τινῶν), καὶ [10] κλήρῳ αἱρέσει ἀμφοῖν. ὅσους μὲν οὖν ἐνδέχεται τρόπους εἶναι τὰ δικαστήρια, εἴρηται: τούτων δὲ τὰ μὲν πρῶτα δημοτικά, [12] ὅσα ἐκ πάντων περὶ πάντων, τὰ δὲ δεύτερα ὀλιγαρχικά, ὅσα ἐκ τινῶν περὶ πάντων, τὰ δὲ τρίτα ἀριστοκρατικὰ καὶ πολιτικά, ὅσα τὰ μὲν ἐκ πάντων τὰ δ᾽ [15] ἐκ τινῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: