previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1295β] ἐν ἁπάσαις δὴ ταῖς πόλεσιν ἔστι τρία μέρη τῆς πόλεως, οἱ μὲν εὔποροι σφόδρα, οἱ δὲ ἄποροι σφόδρα, οἱ δὲ τρίτοι οἱ μέσοι τούτων. ἐπεὶ τοίνυν ὁμολογεῖται τὸ μέτριον ἄριστον καὶ τὸ μέσον, φανερὸν ὅτι καὶ τῶν [5] εὐτυχημάτων κτῆσις μέση βελτίστη πάντων. ῥᾴστη γὰρ τῷ λόγῳ πειθαρχεῖν, ὑπέρκαλον δὲ ὑπερίσχυρον ὑπερευγενῆ ὑπερπλούσιον ὄντα, τἀναντία τούτοις, ὑπέρπτωχον ὑπερασθενῆ σφόδρα ἄτιμον, χαλεπὸν τῷ λόγῳ ἀκολουθεῖν: γίγνονται γὰρ οἱ μὲν ὑβρισταὶ καὶ μεγαλοπόνηροι [10] μᾶλλον, οἱ δὲ κακοῦργοι καὶ μικροπόνηροι λίαν, τῶν δ᾽ ἀδικημάτων τὰ μὲν γίγνεται δι᾽ ὕβριν τὰ δὲ διὰ κακουργίαν. ἔτι δὲ ἥκισθ᾽ οὗτοι φυγαρχοῦσι καὶ σπουδαρχοῦσιν, ταῦτα δ᾽ ἀμφότερα βλαβερὰ ταῖς πόλεσιν. πρὸς δὲ τούτοις οἱ μὲν ἐν ὑπεροχαῖς εὐτυχημάτων ὄντες, ἰσχύος καὶ πλούτου καὶ φίλων [15] καὶ τῶν ἄλλων τῶν τοιούτων, ἄρχεσθαι οὔτε βούλονται οὔτε ἐπίστανταικαὶ τοῦτ᾽ εὐθὺς οἴκοθεν ὑπάρχει παισὶν οὖσιν: διὰ γὰρ τὴν τρυφὴν οὐδ᾽ ἐν τοῖς διδασκαλείοις ἄρχεσθαι σύνηθες αὐτοῖς), οἱ δὲ καθ᾽ ὑπερβολὴν ἐν ἐνδείᾳ τούτων ταπεινοὶ λίαν. ὥσθ᾽ οἱ μὲν ἄρχειν οὐκ ἐπίστανται, ἀλλ᾽ ἄρχεσθαι [20] δουλικὴν ἀρχήν, οἱ δ᾽ ἄρχεσθαι μὲν οὐδεμίαν ἀρχήν, ἄρχειν δὲ δεσποτικὴν ἀρχήν. γίνεται οὖν δούλων καὶ δεσποτῶν πόλις, ἀλλ᾽ οὐκ ἐλευθέρων, καὶ τῶν μὲν φθονούντων τῶν δὲ καταφρονούντων: πλεῖστον ἀπέχει φιλίας καὶ κοινωνίας πολιτικῆς: γὰρ κοινωνία φιλικόν: οὐδὲ γὰρ ὁδοῦ βούλονται [25] κοινωνεῖν τοῖς ἐχθροῖς. βούλεται δέ γε πόλις ἐξ ἴσων εἶναι καὶ ὁμοίων ὅτι μάλιστα, τοῦτο δ᾽ ὑπάρχει μάλιστα τοῖς μέσοις. ὥστ᾽ ἀναγκαῖον ἄριστα πολιτεύεσθαι ταύτην τὴν πόλιν ἐστὶν ἐξ ὧν φαμὲν φύσει τὴν σύστασιν εἶναι τῆς πόλεως. καὶ σῴζονται δ᾽ ἐν ταῖς πόλεσιν οὗτοι μάλιστα τῶν πολιτῶν. οὔτε [30] γὰρ αὐτοὶ τῶν ἀλλοτρίων, ὥσπερ οἱ πένητες, ἐπιθυμοῦσιν, οὔτε τῆς τούτων ἕτεροι, καθάπερ τῆς τῶν πλουσίων οἱ πένητες ἐπιθυμοῦσιν: καὶ διὰ τὸ μήτ᾽ ἐπιβουλεύεσθαι μήτ᾽ ἐπιβουλεύειν ἀκινδύνως διάγουσιν. διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδηςπολλὰ μέσοισιν ἄριστα: μέσος θέλω ἐν πόλει εἶναι.

δῆλον [35] ἄρα ὅτι καὶ κοινωνία πολιτικὴ ἀρίστη διὰ τῶν μέσων, καὶ τὰς τοιαύτας ἐνδέχεται εὖ πολιτεύεσθαι πόλεις ἐν αἷς δὴ πολὺ τὸ μέσον καὶ κρεῖττον, μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μή, θατέρου μέρους: προστιθέμενον γὰρ ποιεῖ ῥοπὴν καὶ κωλύει γίνεσθαι τὰς ἐναντίας ὑπερβολάς. διόπερ εὐτυχία [40] μεγίστη τοὺς πολιτευομένους οὐσίαν ἔχειν μέσην καὶ ἱκανήν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: