previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1286α] ἓν δὲ πότερον ἕνα συμφέρει κύριον εἶναι πάντων, οὐ συμφέρει. τὸ μὲν οὖν περὶ τῆς τοιαύτης στρατηγίας ἐπισκοπεῖν νόμων ἔχει μᾶλλον εἶδος πολιτείαςἐν ἁπάσαις γὰρ ἐνδέχεται γίγνεσθαι τοῦτο ταῖς πολιτείαις), [5] ὥστ᾽ ἀφείσθω τὴν πρώτην: δὲ λοιπὸς τρόπος τῆς βασιλείας πολιτείας εἶδός ἐστιν, ὥστε περὶ τούτου δεῖ θεωρῆσαι καὶ τὰς ἀπορίας ἐπιδραμεῖν τὰς ἐνούσας. ἀρχὴ δ᾽ ἐστὶ τῆς ζητήσεως αὕτη, πότερον συμφέρει μᾶλλον ὑπὸ τοῦ ἀρίστου ἀνδρὸς ἄρχεσθαι ὑπὸ τῶν ἀρίστων νόμων.

δοκοῦσι δὴ τοῖς [10] νομίζουσι συμφέρειν βασιλεύεσθαι τὸ καθόλου μόνον οἱ νόμοι λέγειν, ἀλλ᾽ οὐ πρὸς τὰ προσπίπτοντα ἐπιτάττειν, ὥστ᾽ ἐν ὁποιᾳοῦν τέχνῃ τὸ κατὰ γράμματ᾽ ἄρχειν ἠλίθιονκαὶ ἐν Αἰγύπτῳ μετὰ τὴν τετρήμερον κινεῖν ἔξεστι τοῖς ἰατροῖς, ἐὰν δὲ πρότερον, ἐπὶ τῷ αὑτοῦ κινδύνῳ). φανερὸν τοίνυν ὡς [15] οὐκ ἔστιν κατὰ γράμματα καὶ νόμους ἀρίστη πολιτεία, διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλὰ μὴν κἀκεῖνον δεῖ ὑπάρχειν τὸν λόγον, τὸν καθόλου, τοῖς ἄρχουσιν. κρεῖττον δ᾽ μὴ πρόσεστι τὸ παθητικὸν ὅλως συμφυές: τῷ μὲν οὖν νόμῳ τοῦτο οὐχ ὑπάρχει, ψυχὴν δ᾽ ἀνθρωπίνην ἀνάγκη τοῦτ᾽ [20] ἔχειν πᾶσαν. ἀλλ᾽ ἴσως ἂν φαίη τις ὡς ἀντὶ τούτου βουλεύσεται περὶ τῶν καθ᾽ ἕκαστα κάλλιον. ὅτι μὲν τοίνυν ἀνάγκη νομοθέτην αὐτὸν εἶναι, δῆλον, καὶ κεῖσθαι νόμους, ἀλλὰ μὴ κυρίους παρεκβαίνουσιν, ἐπεὶ περὶ τῶν γ᾽ ἄλλων εἶναι δεῖ κυρίους: ὅσα δὲ μὴ δυνατὸν τὸν νόμον κρίνειν [25] ὅλως εὖ, πότερον ἕνα τὸν ἄριστον δεῖ ἄρχειν πάντας; καὶ γὰρ νῦν συνιόντες δικάζουσι καὶ βουλεύονται καὶ κρίνουσιν, αὗται δ᾽ αἱ κρίσεις εἰσὶ πᾶσαι περὶ τῶν καθ᾽ ἕκαστον. καθ᾽ ἕνα μὲν οὖν συμβαλλόμενος ὁστισοῦν ἴσως χείρων: ἀλλ᾽ ἐστὶν πόλις ἐκ πολλῶν, ὥσπερ δ᾽ ἑστίασις συμφορητὸς [30] καλλίων μιᾶς καὶ ἁπλῆς: διὰ τοῦτο καὶ κρίνει ἄμεινον ὄχλος πολλὰ εἷς ὁστισοῦν.

ἔτι μᾶλλον ἀδιάφθορον τὸ πολύκαθάπερ ὕδωρ τὸ πλεῖον, οὕτω καὶ τὸ πλῆθος τῶν ὀλίγων ἀδιαφθορώτερον: τοῦ δ᾽ ἑνὸς ὑπ᾽ ὀργῆς κρατηθέντος τινος ἑτέρου πάθους τοιούτου ἀναγκαῖον διεφθάρθαι τὴν κρίσιν, [35] ἐκεῖ δ᾽ ἔργον ἅμα πάντας ὀργισθῆναι καὶ ἁμαρτεῖν. ἔστω δὲ τὸ πλῆθος οἱ ἐλεύθεροι, μηδὲν παρὰ τὸν νόμον πράττοντες ἀλλ᾽ περὶ ὧν ἐκλείπειν ἀναγκαῖον αὐτόν. εἰ δὲ δὴ τοῦτο μὴ ῥᾴδιον ἐν πολλοῖς, ἀλλ᾽ εἰ πλείους εἶεν ἀγαθοὶ καὶ ἄνδρες καὶ πολῖται, πότερον εἷς ἀδιαφθορώτερος [40] ἄρχων, μᾶλλον οἱ πλείους μὲν τὸν ἀριθμὸν ἀγαθοὶ δὲ πάντες;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: