previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1283β] λέγω δ᾽ οἷον οἵ τ᾽ ἀγαθοὶ καὶ οἱ πλούσιοι καὶ οἱ εὐγενεῖς, ἔτι δὲ πλῆθος ἄλλο τι πολιτικόν, πότερον ἀμφισβήτησις ἔσται τίνας ἄρχειν δεῖ, οὐκ ἔσται; καθ᾽ ἑκάστην μὲν οὖν πολιτείαν τῶν εἰρημένων ἀναμφισβήτητος [5] κρίσις τίνας ἄρχειν δεῖτοῖς γὰρ κυρίοις διαφέρουσιν ἀλλήλων, οἷον μὲν τῷ διὰ πλουσίων δὲ τῷ διὰ τῶν σπουδαίων ἀνδρῶν εἶναι, καὶ τῶν ἄλλων ἑκάστη τὸν αὐτὸν τρόπον): ἀλλ᾽ ὅμως σκοπῶμεν, ὅταν περὶ τὸν αὐτὸν ταῦθ᾽ ὑπάρχῃ χρόνον, πῶς διοριστέον. εἰ δὴ τὸν [10] ἀριθμὸν εἶεν ὀλίγοι πάμπαν οἱ τὴν ἀρετὴν ἔχοντες, τίνα δεῖ διελεῖν τρόπον; τὸὀλίγοιπρὸς τὸ ἔργον δεῖ σκοπεῖν, εἰ δυνατοὶ διοικεῖν τὴν πόλιν τοσοῦτοι τὸ πλῆθος ὥστ᾽ εἶναι πόλιν ἐξ αὐτῶν; ἔστι δὲ ἀπορία τις πρὸς ἅπαντας τοὺς διαμφισβητοῦντας περὶ τῶν πολιτικῶν τιμῶν. δόξαιεν [15] γὰρ ἂν οὐδὲν λέγειν δίκαιον οἱ διὰ τὸν πλοῦτον ἀξιοῦντες ἄρχειν, ὁμοίως δὲ καὶ οἱ κατὰ γένος: δῆλον γὰρ ὡς εἴ τις πάλιν εἷς πλουσιώτερος ἁπάντων ἐστί, δηλονότι κατὰ τὸ αὐτὸ δίκαιον τοῦτον ἄρχειν τὸν ἕνα ἁπάντων δεήσει, ὁμοίως δὲ καὶ τὸν εὐγενείᾳ διαφέροντα τῶν ἀμφισβητούντων [20] δι᾽ ἐλευθερίαν. ταὐτὸ δὲ τοῦτο ἴσως συμβήσεται καὶ περὶ τὰς ἀριστοκρατίας ἐπὶ τῆς ἀρετῆς: εἰ γάρ τις εἷς ἀμείνων ἀνὴρ εἴη τῶν ἄλλων τῶν ἐν τῷ πολιτεύματι σπουδαίων ὄντων, τοῦτον εἶναι δεῖ κύριον κατὰ ταὐτὸ δίκαιον. οὐκοῦν εἰ καὶ τὸ πλῆθος εἶναί γε δεῖ κύριον διότι κρείττους εἰσὶ τῶν [25] ὀλίγων, κἂν εἷς πλείους μὲν τοῦ ἑνὸς ἐλάττους δὲ τῶν πολλῶν κρείττους ὦσι τῶν ἄλλων, τούτους ἂν δέοι κυρίους εἶναι μᾶλλον τὸ πλῆθος. πάντα δὴ ταῦτ᾽ ἔοικε φανερὸν ποιεῖν ὅτι τούτων τῶν ὅρων οὐδεὶς ὀρθός ἐστι καθ᾽ ὃν ἀξιοῦσιν αὐτοὶ μὲν ἄρχειν τοὺς δ᾽ ἄλλους ὑπὸ σφῶν ἄρχεσθαι [30] πάντας. καὶ γὰρ δὴ καὶ πρὸς τοὺς κατ᾽ ἀρετὴν ἀξιοῦντας κυρίους εἶναι τοῦ πολιτεύματος, ὁμοίως δὲ καὶ τοὺς κατὰ πλοῦτον, ἔχοιεν ἂν λέγειν τὰ πλήθη λόγον τινὰ δίκαιον: οὐδὲν γὰρ κωλύει ποτὲ τὸ πλῆθος εἶναι βέλτιον: τῶν ὀλίγων καὶ πλουσιώτερον, οὐχ ὡς καθ᾽ ἕκαστον ἀλλ᾽ ὡς [35] ἀθρόους. διὸ καὶ πρὸς τὴν ἀπορίαν ἣν ζητοῦσι καὶ προβάλλουσί τινες ἐνδέχεται τοῦτον τὸν τρόπον ἀπαντᾶν. ἀποροῦσι γάρ τινες πότερον τῷ νομοθέτῃ νομοθετητέον, βουλομένῳ τίθεσθαι τοὺς ὀρθοτάτους νόμους, πρὸς τὸ τῶν βελτιόνων συμφέρον πρὸς τὸ τῶν πλειόνων, ὅταν συμβαίνῃ τὸ λεχθέν: [40] τὸ δ᾽ ὀρθὸν ληπτέον ἴσως: τὸ δ᾽ ἴσως ὀρθὸν πρὸς τὸ τῆς πόλεως ὅλης συμφέρον καὶ πρὸς τὸ κοινὸν τὸ τῶν πολιτῶν: πολίτης δὲ κοινῇ μὲν μετέχων τοῦ ἄρχειν καὶ ἄρχεσθαί ἐστι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: