previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1272β] πόρρω γ᾽ ἀποικοῦσιν ἐν νήσῳ τῶν διαφθερούντων.

ἣν δὲ ποιοῦνται τῆς ἁμαρτίας ταύτης ἰατρείαν, ἄτοπος καὶ οὐ πολιτικὴ ἀλλὰ δυναστευτική. πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς κόσμους τῶν συναρχόντων αὐτῶν τῶν ἰδιωτῶν: ἔξεστι [5] δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν. ταῦτα δὴ πάντα βέλτιον γίνεσθαι κατὰ νόμον κατ᾽ ἀνθρώπων βούλησιν: οὐ γὰρ ἀσφαλὴς κανών. πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλάκις οἳ ἂν μὴ δίκας βούλωνται δοῦναι τῶν δυνατῶν: καὶ δῆλον ὡς ἔχει τι [10] πολιτείας τάξις, ἀλλ᾽ οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία μᾶλλον. εἰώθασι δὲ διαλαμβάνοντες τὸν δῆμον καὶ τοὺς φίλους ἀναρχίαν ποιεῖν καὶ στασιάζειν καὶ μάχεσθαι πρὸς ἀλλήλους: καίτοι τί διαφέρει τὸ τοιοῦτον διά τινος χρόνου μηκέτι πόλιν εἶναι τὴν τοιαύτην, ἀλλὰ λύεσθαι τὴν πολιτικὴν [15] κοινωνίαν; ἔστι δ᾽ ἐπικίνδυνος οὕτως ἔχουσα πόλις, τῶν βουλομένων ἐπιτίθεσθαι καὶ δυναμένων. ἀλλά, καθάπερ εἴρηται, σῴζεται διὰ τὸν τόπον: ξενηλασίας γὰρ τὸ πόρρω πεποίηκεν. διὸ καὶ τὸ τῶν περιοίκων μένει τοῖς Κρησίν, οἱ δ᾽ εἵλωτες ἀφίστανται πολλάκις. οὔτε γὰρ ἐξωτερικῆς [20] ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθένειαν τῶν ἐκεῖ νόμων. περὶ μὲν οὖν ταύτης εἰρήσθω τοσαῦθ᾽ ἡμῖν τῆς πολιτείας.

πολιτεύεσθαι δὲ δοκοῦσι καὶ Καρχηδόνιοι καλῶς καὶ [25] πολλὰ περιττῶς πρὸς τοὺς ἄλλους, μάλιστα δ᾽ ἔνια παραπλησίως τοῖς Λάκωσιν. αὗται γὰρ αἱ τρεῖς πολιτεῖαι ἀλλήλαις τε σύνεγγύς πώς εἰσι καὶ τῶν ἄλλων πολὺ διαφέρουσιν, τε Κρητικὴ καὶ Λακωνικὴ καὶ τρίτη τούτων τῶν Καρχηδονίων. καὶ πολλὰ τῶν τεταγμένων ἔχει παρ᾽ [30] αὐτοῖς καλῶς: σημεῖον δὲ πολιτείας συντεταγμένης τὸ τὸν δῆμον ἑκουσίον διαμένειν ἐν τῇ τάξει τῆς πολιτείας, καὶ μήτε στάσιν, τι καὶ ἄξιον εἰπεῖν, γεγενῆσθαι μήτε τύραννον. ἔχει δὲ παραπλήσια τῇ Λακωνικῇ πολιτείᾳ τὰ μὲν συσσίτια τῶν ἑταιριῶν τοῖς φιδιτίοις, τὴν δὲ τῶν ἑκατὸν [35] καὶ τεττάρων ἀρχὴν τοῖς ἐφόροιςπλὴν οὐ χεῖρον: οἱ μὲν ἐκ τῶν τυχόντων εἰσί, ταύτην δ᾽ αἱροῦνται τὴν ἀρχὴν ἀριστίνδην), τοὺς δὲ βασιλεῖς καὶ τὴν γερουσίαν ἀνάλογον τοῖς ἐκεῖ βασιλεῦσι καὶ γέρουσιν: καὶ βέλτιον δὲ τοὺς βασιλεῖς μήτε καθ᾽ αὑτὸ εἶναι γένος μήτε τοῦτο τὸ τυχόν, [40] εἴτε διαφέρον ... ἐκ τούτων αἱρετοὺς μᾶλλον καθ᾽ ἡλικίαν. μεγάλων γὰρ κύριοι καθεστῶτες, ἂν εὐτελεῖς ὦσι μεγάλα βλάπτουσι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: