previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1262α]

ἔτι οὕτως ἕκαστοςἐμὸςλέγει τὸν εὖ πράττοντα τῶν πολιτῶν κακῶς, ὁπόστος τυγχάνει τὸν ἀριθμὸν ὤν, οἷον ἐμὸς τοῦ δεῖνος, τοῦτον τὸν τρόπον λέγων καθ᾽ ἕκαστον τῶν χιλίων, ὅσων [5] πόλις ἐστί, καὶ τοῦτο διστάζων: ἄδηλον γὰρ συνέβη γενέσθαι τέκνον καὶ σωθῆναι γενόμενον. καίτοι πότερον οὕτω κρεῖττον τὸ ἐμὸν λέγειν ἕκαστον, τὸ αὐτὸ ἐμὸν προσαγορεύοντα δισχιλίων καὶ μυρίων, μᾶλλον ὡς νῦν ἐν ταῖς πόλεσι τὸ ἐμὸν λέγουσιν; μὲν γὰρ υἱὸν αὑτοῦ δὲ ἀδελφὸν αὑτοῦ [10] προσαγορεύει τὸν αὐτόν, δ᾽ ἀνεψιόν, κατ᾽ ἄλλην τινὰ συγγένειαν πρὸς αἵματος κατ᾽ οἰκειότητα καὶ κηδείαν αὑτοῦ πρῶτον τῶν αὑτοῦ, πρὸς δὲ τούτοις ἕτερος φράτορα φυλέτην. κρεῖττον γὰρ ἴδιον ἀνεψιὸν εἶναι τὸν τρόπον τοῦτον υἱόν. οὐ μὴν ἀλλ᾽ οὐδὲ διαφυγεῖν δυνατὸν τὸ μή τινας [15] ὑπολαμβάνειν ἑαυτῶν ἀδελφούς τε καὶ παῖδας καὶ πατέρας καὶ μητέρας: κατὰ γὰρ τὰς ὁμοιότητας αἳ γίνονται τοῖς τέκνοις πρὸς τοὺς γεννήσαντας ἀναγκαῖον λαμβάνειν περὶ ἀλλήλων τὰς πίστεις. ὅπερ φασὶ καὶ συμβαίνειν τινὲς τῶν τὰς τῆς γῆς περιόδους πραγματευομένων: εἶναι γάρ τισι [20] τῶν ἄνω Λιβύων κοινὰς τὰς γυναῖκας, τὰ μέντοι γινόμενα τέκνα διαιρεῖσθαι κατὰ τὰς ὁμοιότητας. εἰσὶ δέ τινες καὶ γυναῖκες καὶ τῶν ἄλλων ζῴων, οἷον ἵπποι καὶ βόες, αἳ σφόδρα πεφύκασιν ὅμοια ἀποδιδόναι τὰ τέκνα τοῖς γονεῦσιν, ὥσπερ ἐν Φαρσάλῳ κληθεῖσα Δικαία ἵππος. [25]

ἔτι δὲ καὶ τὰς τοιαύτας δυσχερείας οὐ ῥᾴδιον εὐλαβηθῆναι τοῖς ταύτην κατασκευάζουσι τὴν κοινωνίαν, οἷον αἰκίας καὶ φόνους ἀκουσίους τοὺς δὲ ἑκουσίους, καὶ μάχας καὶ λοιδορίας: ὧν οὐδὲν ὅσιόν ἐστι γίνεσθαι πρὸς πατέρας καὶ μητέρας καὶ τοὺς μὴ πόρρω τῆς συγγενείας ὄντας, ὥσπερ πρὸς τοὺς ἄπωθεν: [30] καὶ πλεῖον συμβαίνειν ἀναγκαῖον ἀγνοούντων γνωριζόντων, καὶ γενομένων τῶν μὲν γνωριζομένων ἐνδέχεται τὰς νομιζομένας γίνεσθαι λύσεις, τῶν δὲ μή, οὐδεμίαν. ἄτοπον δὲ καὶ τὸ κοινοὺς ποιήσαντα τοὺς υἱοὺς τὸ συνεῖναι μόνον ἀφελεῖν τῶν ἐρώντων, τὸ δ᾽ ἐρᾶν μὴ κωλῦσαι, μηδὲ τὰς χρήσεις [35] τὰς ἄλλας ἃς πατρὶ πρὸς υἱὸν εἶναι πάντων ἐστὶν ἀπρεπέστατον καὶ ἀδελφῷ πρὸς ἀδελφόν, ἐπεὶ καὶ τὸ ἐρᾶν μόνον. ἄτοπον δὲ καὶ τὸ τὴν συνουσίαν ἀφελεῖν δι᾽ ἄλλην μὲν αἰτίαν μηδεμίαν, ὡς λίαν δὲ ἰσχυρᾶς τῆς ἡδονῆς γινομένης, ὅτι δ᾽ μὲν πατὴρ υἱός, οἱ δ᾽ ἀδελφοὶ ἀλλήλων, [40] μηδὲν οἴεσθαι διαφέρειν.

ἔοικε δὲ μᾶλλον τοῖς γεωργοῖς εἶναι χρήσιμον τὸ κοινὰς εἶναι τὰς γυναῖκας καὶ τοὺς παῖδας τοῖς φύλαξιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: