previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1260α] ἀκόλαστος γὰρ ὢν καὶ δειλὸς οὐδὲν ποιήσει τῶν προσηκόντων. φανερὸν τοίνυν ὅτι ἀνάγκη μὲν μετέχειν ἀμφοτέρους ἀρετῆς, ταύτης δ᾽ εἶναι διαφοράς, (ὥσπερ καὶ τῶν φύσει ἀρχομένων). καὶ τοῦτο εὐθὺς ὑφήγηται τὰ περὶ τὴν [5] ψυχήν: ἐν ταύτῃ γάρ ἐστι φύσει τὸ μὲν ἄρχον τὸ δ᾽ ἀρχόμενον, ὧν ἑτέραν φαμὲν εἶναι ἀρετήν, οἷον τοῦ λόγον ἔχοντος καὶ τοῦ ἀλόγου. δῆλον τοίνυν ὅτι τὸν αὐτὸν τρόπον ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ὥστε φύσει πλείω τὰ ἄρχοντα καὶ ἀρχόμενα. ἄλλον γὰρ τρόπον τὸ ἐλεύθερον τοῦ δούλου [10] ἄρχει καὶ τὸ ἄρρεν τοῦ θήλεος καὶ ἀνὴρ παιδός, καὶ πᾶσιν ἐνυπάρχει μὲν τὰ μόρια τῆς ψυχῆς, ἀλλ᾽ ἐνυπάρχει διαφερόντως. μὲν γὰρ δοῦλος ὅλως οὐκ ἔχει τὸ βουλευτικόν, τὸ δὲ θῆλυ ἔχει μέν, ἀλλ᾽ ἄκυρον, δὲ παῖς ἔχει μέν, ἀλλ᾽ ἀτελές. [15] διὸ τὸν μὲν ἄρχοντα τελέαν ἔχειν δεῖ τὴν διανοητικὴν ἀρετήντὸ γὰρ ἔργον ἐστὶν ἁπλῶς τοῦ ἀρχιτέκτονος, δὲ λόγος ἀρχιτέκτων), τῶν δ᾽ ἄλλων ἕκαστον ὅσον ἐπιβάλλει αὐτοῖς. ὁμοίως τοίνυν ἀναγκαίως ἔχειν καὶ περὶ τὰς ἠθικὰς ἀρετὰς ὑποληπτέον, δεῖν μὲν μετέχειν πάντας, ἀλλ᾽ οὐ τὸν αὐτὸν [20] τρόπον, ἀλλ᾽ ὅσον ἑκάστῳ πρὸς τὸ αὑτοῦ ἔργον. ὥστε φανερὸν ὅτι ἔστιν ἠθικὴ ἀρετὴ τῶν εἰρημένων πάντων, καὶ οὐχ αὐτὴ σωφροσύνη γυναικὸς καὶ ἀνδρός, οὐδ᾽ ἀνδρεία καὶ δικαιοσύνη, καθάπερ ᾤετο Σωκράτης, ἀλλ᾽ μὲν ἀρχικὴ ἀνδρεία δ᾽ ὑπηρετική, ὁμοίως δ᾽ ἔχει καὶ περὶ τὰς ἄλλας.

δῆλον δὲ τοῦτο καὶ κατὰ μέρος μᾶλλον [25] ἐπισκοποῦσιν: καθόλου γὰρ οἱ λέγοντες ἐξαπατῶσιν ἑαυτοὺς ὅτι τὸ εὖ ἔχειν τὴν ψυχὴν ἀρετή, τὸ ὀρθοπραγεῖν, τι τῶν τοιούτων: πολὺ γὰρ ἄμεινον λέγουσιν οἱ ἐξαριθμοῦντες τὰς ἀρετάς, ὥσπερ Γοργίας, τῶν οὕτως ὁριζομένων. διὸ δεῖ, ὥσπερ ποιητὴς εἴρηκε περὶ γυναικός, οὕτω νομίζειν ἔχειν [30] περὶ πάντων:

γυναικὶ κόσμον σιγὴ φέρει,

ἀλλ᾽ ἀνδρὶ οὐκέτι τοῦτο. ἐπεὶ δ᾽ παῖς ἀτελής, δῆλον ὅτι τούτου μὲν καὶ [32] ἀρετὴ οὐκ αὐτοῦ πρὸς αὑτόν ἐστιν, ἀλλὰ πρὸς τὸ τέλος καὶ τὸν ἡγούμενον: ὁμοίως δὲ καὶ δούλου πρὸς δεσπότην. ἔθεμεν δὲ πρὸς τἀναγκαῖα χρήσιμον εἶναι τὸν δοῦλον, ὥστε δῆλον ὅτι καὶ ἀρετῆς δεῖται μικρᾶς, καὶ τοσαύτης ὅπως μήτε δι᾽ ἀκολασίαν μήτε διὰ δειλίαν ἐλλείψῃ τῶν ἔργων. ἀπορήσειε δ᾽ ἄν τις, τὸ νῦν εἰρημένον εἰ ἀληθές, ἆρα καὶ τοὺς τεχνίτας δεήσει ἔχειν ἀρετήν: πολλάκις γὰρ δι᾽ ἀκολασίαν ἐλλείπουσι τῶν ἔργων. διαφέρει τοῦτο πλεῖστον; μὲν γὰρ [40] δοῦλος κοινωνὸς ζωῆς, δὲ πορρώτερον, καὶ τοσοῦτον ἐπιβάλλει ἀρετῆς ὅσον περ καὶ δουλείας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (3 total)
  • Cross-references to this page (1):
  • Cross-references from this page (1):
    • Sophocles, Ajax, 293
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: