previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1461α] τὰ δὲ ἴσως οὐ βέλτιον μέν, ἀλλ᾽ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων, “ἔγχεα δέ σφιν ὄρθ᾽ ἐπὶ σαυρωτῆρος:” οὕτω γὰρ τότ᾽ ἐνόμιζον, ὥσπερ καὶ νῦν Ἰλλυριοί.

περὶ δὲ τοῦ καλῶς μὴ καλῶς [5] εἰ εἴρηταί τινι πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον εἰρημένον βλέποντα εἰ σπουδαῖον φαῦλον, ἀλλὰ καὶ εἰς τὸν πράττοντα λέγοντα πρὸς ὃν ὅτε ὅτῳ οὗ ἕνεκεν, οἷον εἰ μείζονος ἀγαθοῦ, ἵνα γένηται, μείζονος κακοῦ, ἵνα ἀπογένηται.

τὰ δὲ πρὸς τὴν [10] λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ τὸοὐρῆας μὲν πρῶτον:” ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας: καὶ τὸν Δόλωνα, “ὅς ῥ᾽ τοι εἶδος μὲν ἔην κακός,” οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι: καὶ τὸ [15] "ζωρότερον δὲ κέραιεοὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν ἀλλὰ τὸ θᾶττον. τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷονπάντες μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι:” ἅμα δέ φησιν " τοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν, αὐλῶν συρίγγων τε ὅμαδον:” τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοί κατὰ [20] μεταφορὰν εἴρηται, τὸ γὰρ πᾶν πολύ τι. καὶ τὸοἴη δ᾽ ἄμμοροςκατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον.

κατὰ δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν Θάσιος, τὸδίδομεν δέ οἱ εὖχος ἀρέσθαικαὶτὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.” τὰ δὲ διαιρέσει, οἷον Ἐμπεδοκλῆςαἶψα δὲ θνήτ᾽ ἐφύοντο τὰ πρὶν [25] μάθον ἀθάνατ᾽ εἶναι ζωρά τε πρὶν κέκρητο.” τὰ δὲ ἀμφιβολίᾳ, "παρῴχηκεν δὲ πλέω νύξ:” τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν. τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως. τὸν κεκραμένον οἶνόν φασιν εἶναι, ὅθεν πεποίηταικνημὶς νεοτεύκτου κασσιτέροιο:” καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται [30] Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον. εἴη δ᾽ ἂν τοῦτό γε <καὶ> κατὰ μεταφοράν.

δεῖ δὲ καὶ ὅταν ὄνομά τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν, ἐπισκοπεῖν ποσαχῶς ἂν σημήνειε τοῦτο ἐν τῷ εἰρημένῳ, οἷον τῷτῇ ῥ᾽ ἔσχετο χάλκεον ἔγχοςτὸ ταύτῃ κωλυθῆναι ποσαχῶς ἐνδέχεται, ὡδὶ [35] ὡδί, ὡς μάλιστ᾽ ἄν τις ὑπολάβοι: κατὰ τὴν καταντικρὺ ὡς Γλαύκων λέγει,

load focus English (1932)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: