previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1460β] νῦν δὲ τοῖς ἄλλοις ἀγαθοῖς ποιητὴς ἀφανίζει ἡδύνων τὸ ἄτοπον.

τῇ δὲ λέξει δεῖ διαπονεῖν ἐν τοῖς ἀργοῖς μέρεσιν καὶ μήτε ἠθικοῖς μήτε διανοητικοῖς: ἀποκρύπτει γὰρ πάλιν λίαν λαμπρὰ [5] λέξις τά τε ἤθη καὶ τὰς διανοίας.

περὶ δὲ προβλημάτων καὶ λύσεων, ἐκ πόσων τε καὶ ποίων εἰδῶν ἐστιν, ὧδ᾽ ἂν θεωροῦσιν γένοιτ᾽ ἂν φανερόν. ἐπεὶ γάρ ἐστι μιμητὴς ποιητὴς ὡσπερανεὶ ζωγράφος τις ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τὸν [10] ἀριθμὸν ἕν τι ἀεί, γὰρ οἷα ἦν ἔστιν, οἷά φασιν καὶ δοκεῖ, οἷα εἶναι δεῖ. ταῦτα δ᾽ ἐξαγγέλλεται λέξει ἐν καὶ γλῶτται καὶ μεταφοραὶ καὶ πολλὰ πάθη τῆς λέξεώς ἐστι: δίδομεν γὰρ ταῦτα τοῖς ποιηταῖς. πρὸς δὲ τούτοις οὐχ αὐτὴ ὀρθότης ἐστὶν τῆς πολιτικῆς καὶ τῆς ποιητικῆς οὐδὲ ἄλλης [15] τέχνης καὶ ποιητικῆς. αὐτῆς δὲ τῆς ποιητικῆς διττὴ ἁμαρτία, μὲν γὰρ καθ᾽ αὑτήν, δὲ κατὰ συμβεβηκός. εἰ μὲν γὰρ προείλετο μιμήσασθαι . . . ἀδυναμίαν, αὐτῆς ἁμαρτία: εἰ δὲ τὸ προελέσθαι μὴ ὀρθῶς, ἀλλὰ τὸν ἵππον <ἅμ᾽> ἄμφω τὰ δεξιὰ προβεβληκότα, τὸ καθ᾽ ἑκάστην τέχνην ἁμάρτημα, [20] οἷον τὸ κατ᾽ ἰατρικὴν ἄλλην τέχνην [ἢ ἀδύνατα πεποίηται] ὁποιανοῦν, οὐ καθ᾽ ἑαυτήν. ὥστε δεῖ τὰ ἐπιτιμήματα ἐν τοῖς προβλήμασιν ἐκ τούτων ἐπισκοποῦντα λύειν.

πρῶτον μὲν τὰ πρὸς αὐτὴν τὴν τέχνην: ἀδύνατα πεποίηται, ἡμάρτηται: ἀλλ᾽ ὀρθῶς ἔχει, εἰ τυγχάνει τοῦ τέλους τοῦ αὑτῆςτὸ γὰρ [25] τέλος εἴρηται), εἰ οὕτως ἐκπληκτικώτερον αὐτὸ ἄλλο ποιεῖ μέρος. παράδειγμα τοῦ Ἕκτορος δίωξις. εἰ μέντοι τὸ τέλος μᾶλλον <μὴ> ἧττον ἐνεδέχετο ὑπάρχειν καὶ κατὰ τὴν περὶ τούτων τέχνην, [ἡμαρτῆσθαι] οὐκ ὀρθῶς: δεῖ γὰρ εἰ ἐνδέχεται ὅλως μηδαμῇ ἡμαρτῆσθαι. ἔτι ποτέρων ἐστὶ τὸ [30] ἁμάρτημα, τῶν κατὰ τὴν τέχνην κατ᾽ ἄλλο συμβεβηκός; ἔλαττον γὰρ εἰ μὴ ᾔδει ὅτι ἔλαφος θήλεια κέρατα οὐκ ἔχει εἰ ἀμιμήτως ἔγραψεν.

πρὸς δὲ τούτοις ἐὰν ἐπιτιμᾶται ὅτι οὐκ ἀληθῆ, ἀλλ᾽ ἴσως <ὡς> δεῖ, οἷον καὶ Σοφοκλῆς ἔφη αὐτὸς μὲν οἵους δεῖ ποιεῖν, Εὐριπίδην δὲ οἷοι εἰσίν, ταύτῃ [35] λυτέον. εἰ δὲ μηδετέρως, ὅτι οὕτω φασίν, οἷον τὰ περὶ θεῶν: ἴσως γὰρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ᾽ ἀληθῆ, ἀλλ᾽ εἰ ἔτυχεν ὥσπερ Ξενοφάνει: ἀλλ᾽ οὖν φασι.

load focus English (1932)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: