previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1452α] ἐπεὶ δὲ οὐ [2] μόνον τελείας ἐστὶ πράξεως μίμησις ἀλλὰ καὶ φοβερῶν καὶ ἐλεεινῶν, ταῦτα δὲ γίνεται καὶ μάλιστα [καὶ μᾶλλον] ὅταν γένηται παρὰ τὴν δόξαν δι᾽ ἄλληλα: τὸ γὰρ θαυ [5] μαστὸν οὕτως ἕξει μᾶλλον εἰ ἀπὸ τοῦ αὐτομάτου καὶ τῆς τύχης, ἐπεὶ καὶ τῶν ἀπὸ τύχης ταῦτα θαυμασιώτατα δοκεῖ ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι, οἷον ὡς ἀνδριὰς τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινεν τὸν αἴτιον τοῦ θανάτου τῷ Μίτυι, θεωροῦντι ἐμπεσών: ἔοικε γὰρ τὰ τοιαῦτα [10] οὐκ εἰκῇ γίνεσθαι: ὥστε ἀνάγκη τοὺς τοιούτους εἶναι καλλίους μύθους.

εἰσὶ δὲ τῶν μύθων οἱ μὲν ἁπλοῖ οἱ δὲ πεπλεγμένοι: καὶ γὰρ αἱ πράξεις ὧν μιμήσεις οἱ μῦθοί εἰσιν ὑπάρχουσιν εὐθὺς οὖσαι τοιαῦται. λέγω δὲ ἁπλῆν μὲν πρᾶξιν ἧς [15] γινομένης ὥσπερ ὥρισται συνεχοῦς καὶ μιᾶς ἄνευ περιπετείας ἀναγνωρισμοῦ μετάβασις γίνεται, πεπλεγμένην δὲ ἐξ ἧς μετὰ ἀναγνωρισμοῦ περιπετείας ἀμφοῖν μετάβασίς ἐστιν. ταῦτα δὲ δεῖ γίνεσθαι ἐξ αὐτῆς τῆς συστάσεως τοῦ μύθου, ὥστε ἐκ τῶν προγεγενημένων συμβαίνειν [20] ἐξ ἀνάγκης κατὰ τὸ εἰκὸς γίγνεσθαι ταῦτα: διαφέρει γὰρ πολὺ τὸ γίγνεσθαι τάδε διὰ τάδε μετὰ τάδε.

ἔστι δὲ περιπέτεια μὲν εἰς τὸ ἐναντίον τῶν πραττομένων μεταβολὴ καθάπερ εἴρηται, καὶ τοῦτο δὲ ὥσπερ λέγομεν κατὰ τὸ εἰκὸς ἀναγκαῖον, οἷον ἐν τῴ̂ [25] Οἰδιποδι ἐλθὼν ὡς εὐφρανῶν τὸν Οἰδίπουν καὶ ἀπαλλάξων τοῦ πρὸς τὴν μητέρα φόβου, δηλώσας ὃς ἦν, τοὐναντίον ἐποίησεν: καὶ ἐν τῷ Λυγκεῖ μὲν ἀγόμενος ὡς ἀποθανούμενος, δὲ Δαναὸς ἀκολουθῶν ὡς ἀποκτενῶν, τὸν μὲν συνέβη ἐκ τῶν πεπραγμένων ἀποθανεῖν, τὸν δὲ σωθῆναι.

ἀναγνώρισις [30] δέ, ὥσπερ καὶ τοὔνομα σημαίνει, ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολή, εἰς φιλίαν εἰς ἔχθραν, τῶν πρὸς εὐτυχίαν δυστυχίαν ὡρισμένων: καλλίστη δὲ ἀναγνώρισις, ὅταν ἅμα περιπετείᾳ γένηται, οἷον ἔχει ἐν τῷ Οἰδίποδι. εἰσὶν μὲν οὖν καὶ ἄλλαι ἀναγνωρίσεις: καὶ γὰρ πρὸς ἄψυχα καὶ [35] τὰ τυχόνταἐστὶν ὥσπερ εἴρηται συμβαίνεικαὶ εἰ πέπραγέ τις μὴ πέπραγεν ἔστιν ἀναγνωρίσαι. ἀλλ᾽ μάλιστα τοῦ μύθου καὶ μάλιστα τῆς πράξεως εἰρημένη ἐστίν: γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἔλεον ἕξει φόβον

load focus English (1932)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: