previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1448α]

ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δὲ τούτους σπουδαίους φαύλους εἶναιτὰ γὰρ ἤθη σχεδὸν ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις, κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη διαφέρουσι πάντες), ἤτοι βελτίονας καθ᾽ ἡμᾶς χείρονας [5] καὶ τοιούτους, ὥσπερ οἱ γραφεῖς: Πολύγνωτος μὲν γὰρ κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζεν. δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει ταύτας τὰς διαφορὰς καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι τοῦτον τὸν τρόπον. καὶ γὰρ ἐν ὀρχήσει καὶ αὐλήσει καὶ [10] κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας, καὶ [τὸ] περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν, οἷον Ὅμηρος μὲν βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ Θάσιος <> τὰς παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης τὴν Δειλιάδα χείρους: ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς [15] νόμους, ὥσπεργᾶςΚύκλωπας Τιμόθεος καὶ Φιλόξενος μιμήσαιτο ἄν τις. ἐν αὐτῇ δὲ τῇ διαφορᾷ καὶ τραγῳδία πρὸς τὴν κωμῳδίαν διέστηκεν: μὲν γὰρ χείρους δὲ βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν.

ἔτι δὲ τούτων τρίτη διαφορὰ τὸ ὡς ἕκαστα τούτων [20] μιμήσαιτο ἄν τις. καὶ γὰρ ἐν τοῖς αὐτοῖς καὶ τὰ αὐτὰ μιμεῖσθαι ἔστιν ὁτὲ μὲν ἀπαγγέλλοντα, ἕτερόν τι γιγνόμενον ὥσπερ Ὅμηρος ποιεῖ ὡς τὸν αὐτὸν καὶ μὴ μεταβάλλοντα, πάντας ὡς πράττοντας καὶ ἐνεργοῦνταςτοὺς μιμουμένους†. ἐν τρισὶ δὴ ταύταις διαφοραῖς μίμησίς ἐστιν, [25] ὡς εἴπομεν κατ᾽ ἀρχάς, ἐν οἷς τε <καὶ > καὶ ὥς.

ὥστε τῇ μὲν αὐτὸς ἂν εἴη μιμητὴς Ὁμήρῳ Σοφοκλῆς, μιμοῦνται γὰρ ἄμφω σπουδαίους, τῇ δὲ Ἀριστοφάνει, πράττοντας γὰρ μιμοῦνται καὶ δρῶντας ἄμφω. ὅθεν καὶ δράματα καλεῖσθαί τινες αὐτά φασιν, ὅτι μιμοῦνται δρῶντας. διὸ καὶ [30] ἀντιποιοῦνται τῆς τε τραγῳδίας καὶ τῆς κωμῳδίας οἱ Δωριεῖςτῆς μὲν γὰρ κωμῳδίας οἱ Μεγαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ᾽ αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικελίας, ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ποιητὴς πολλῷ πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος: καὶ τῆς τραγῳδίας ἔνιοι [35] τῶν ἐν Πελοποννήσῳποιούμενοι τὰ ὀνόματα σημεῖον: αὐτοὶ μὲν γὰρ κώμας τὰς περιοικίδας καλεῖν φασιν, Ἀθηναίους δὲ δήμους, ὡς κωμῳδοὺς οὐκ ἀπὸ τοῦ κωμάζειν λεχθέντας ἀλλὰ τῇ κατὰ κώμας πλάνῃ ἀτιμαζομένους ἐκ τοῦ ἄστεως:

load focus English (1932)
hide References (26 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: