previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1351β]

Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν: ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν πάλιν αὐτοῖς ἀποδώσει.

πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων: οἳ δ᾽ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς: ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπ᾽ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.

τῶν τε στρατευομένων παρ᾽ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.

τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δ᾽ ἐχομένῳ πέντε. τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.

Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, [20] ἐπιστρατεύοντος ἐπ᾽ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας. τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν: δὲ Χαρίδημος, ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν καὶ εἴ τι νόμισμα ἔχουσιν τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν: ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν. πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.

κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν, ὧν ἦρχε, μηδένα μηδὲν ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο. τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν. δ᾽ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρ᾽ οἷς εὗρεν ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον.

Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: