previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1351α] ἀκούσαντες δὲ οἱ ἱερεῖς καὶ τὸ ἱερὸν παρ᾽ αὑτοῖς ἕκαστοι βουλόμενοι εἶναι, καὶ ἴδια αὐτοῖς οἱ ἱερεῖς ἐδίδοσαν χρήματα. ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως πόλεμος πρὸς βασιλέα διαλυθῇ.

ἀπ᾽ οἰκίας δὲ ἑκάστης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως: τοῦ σίτου τε πωλουμένου χωρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρτάβης τὸν ὀβολόν: ἀπό τῶν πλοίων τε καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν εχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.

ἐκστρατεύειν δ᾽ αὐτῷ μέλλοντι ἐκ τῆς χώρας, εἴ τίς τι ἔχει ἄσημον ἀργύριον χρυσίον, κελεῦσαι ἐνέγκαι πρὸς αὑτόν: ἐνεγκάντων δὲ τῶν πλείστων, ἐκέλευσε τούτῳ μὲν ἐκεῖνον χρῆσθαι, τοὺς δὲ δανείσαντας συστῆσαι τοῖς νομάρχαις, ὥστ᾽ ἐκ τῶν φόρων αὐτοῖς ἀποδοῦναι.

Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον. [20] ἐκέλευσε τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων: τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος. καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο, καὶ εὐπόρησε χρημάτων.

Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν: οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ. ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι. δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἐδανείζετο παρ᾽ αὐτῶν, κομίσασθαι.

Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας. ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτ᾽ ἦν αὐτοῖς ἀποκεκρυμμένον ὑπεκκείμενον, μεθ᾽ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο εἶχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: