previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1346α] τετάρτη δὲ καὶ ἀπὸ τῶν κατὰ γῆν τε καὶ ἀγοραίων τελῶν γινομένη, πέμπτη δὲ ἀπὸ τῶν βοσκημάτων, ἐπικαρπία τε καὶ δεκάτη καλουμένη, ἕκτη δὲ ἀπὸ τῶν ἄλλων, ἐπικεφάλαιόν τε καὶ χειρωνάξιον προσαγορευομένη.

τρίτον δὲ τὴν πολιτικήν. ταύτης δὲ κρατίστη μὲν πρόσοδος ἀπὸ τῶν ἰδίων ἐν τῇ χώρᾳ γινομένων, εἶτα ἀπὸ τῶν ἐμπορίων καὶ διαγωγῶν, εἶτα ἀπὸ τῶν ἐγκυκλίων.

τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν. αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι. αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἀπὸ ἀργυρίου. χωρὶς δὲ τούτων πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.

ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πάλιν νοητέον ἡμῖν, σατραπεία, περὶ ἣν ἂν πραγματευώμεθα, πόλις, πότερον πάντα ἄρτι διειλόμεθα [20] τὰ μέγιστα τούτων εἰ δυνατὴ φέρειν ἐστί, ... τούτοις χρηστέον: μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δ᾽ εἰσὶ γενέσθαι, μικραὶ νῦν οὖσαι μείζους οἷαί τινες κατασκευασθῆναι, τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων, τίνα τε καὶ πόσα περιαιρεθέντα τὰ ὅλα μηθὲν βλάψει.

τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν: ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων τεχνικῶς τι διῴκησαν, ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν. οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι. ἔστι γὰρ ὅτε τούτων ἐφαρμόσει τοῖς οἷα ἂν αὐτὸς πραγματεύηται.

Κύψελος Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: