previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1050β] [1] ζωὴ γὰρ ποιά τίς ἐστιν). ὥστε φανερὸν ὅτι οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν. κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἐνέργεια δυνάμεως, καὶ ὥσπερ εἴπομεν, τοῦ χρόνου [5] ἀεὶ προλαμβάνει ἐνέργεια ἑτέρα πρὸ ἑτέρας ἕως τῆς τοῦ ἀεὶ κινοῦντος πρώτως.

ἀλλὰ μὴν καὶ κυριωτέρως: τὰ μὲν γὰρ ἀΐδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν, ἔστι δ᾽ οὐθὲν δυνάμει ἀΐδιον. λόγος δὲ ὅδε: πᾶσα δύναμις ἅμα τῆς ἀντιφάσεώς ἐστιν: τὸ μὲν γὰρ μὴ δυνατὸν ὑπάρχειν οὐκ [10] ἂν ὑπάρξειεν οὐθενί, τὸ δυνατὸν δὲ πᾶν ἐνδέχεται μὴ ἐνεργεῖν. τὸ ἄρα δυνατὸν εἶναι ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι: τὸ αὐτὸ ἄρα δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ δυνατὸν μὴ εἶναι ἐνδέχεται μὴ εἶναι: τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι φθαρτόν, ἁπλῶς τοῦτο αὐτὸ λέγεται [15] ἐνδέχεσθαι μὴ εἶναι, κατὰ τόπον κατὰ τὸ ποσὸν ποιόν: ἁπλῶς δὲ τὸ κατ᾽ οὐσίαν. οὐθὲν ἄρα τῶν ἀφθάρτων ἁπλῶς δυνάμει ἔστιν ἁπλῶςκατά τι δὲ οὐδὲν κωλύει, οἷον ποιὸν πού): ἐνεργείᾳ ἄρα πάντα: οὐδὲ τῶν ἐξ ἀνάγκης ὄντωνκαίτοι ταῦτα πρῶτα: εἰ γὰρ ταῦτα μὴ ἦν, οὐθὲν ἂν ἦν): [20] οὐδὲ δὴ κίνησις, εἴ τίς ἐστιν ἀΐδιος: οὐδ᾽ εἴ τι κινούμενον ἀΐδιον, οὐκ ἔστι κατὰ δύναμιν κινούμενον ἀλλ᾽ ποθὲν ποίτούτου δ᾽ ὕλην οὐδὲν κωλύει ὑπάρχειν), διὸ ἀεὶ ἐνεργεῖ ἥλιος καὶ ἄστρα καὶ ὅλος οὐρανός, καὶ οὐ φοβερὸν μή ποτε στῇ, φοβοῦνται οἱ περὶ φύσεως. οὐδὲ κάμνει τοῦτο δρῶντα: οὐ [25] γὰρ περὶ τὴν δύναμιν τῆς ἀντιφάσεως αὐτοῖς, οἷον τοῖς φθαρτοῖς, κίνησις, ὥστε ἐπίπονον εἶναι τὴν συνέχειαν τῆς κινήσεως: γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα, οὐκ ἐνέργεια, αἰτία τούτου. μιμεῖται δὲ τὰ ἄφθαρτα καὶ τὰ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ. καὶ γὰρ ταῦτα ἀεὶ ἐνεργεῖ: [30] καθ᾽ αὑτὰ γὰρ καὶ ἐν αὑτοῖς ἔχει τὴν κίνησιν. αἱ δὲ ἄλλαι δυνάμεις, ἐξ ὧν διώρισται, πᾶσαι τῆς ἀντιφάσεώς εἰσιν: τὸ γὰρ δυνάμενον ὡδὶ κινεῖν δύναται καὶ μὴ ὡδί, ὅσα γε κατὰ λόγον: αἱ δ᾽ ἄλογοι τῷ παρεῖναι καὶ μὴ τῆς ἀντιφάσεως ἔσονται αἱ αὐταί. εἰ ἄρα τινὲς εἰσὶ φύσεις [35] τοιαῦται οὐσίαι οἵας λέγουσιν οἱ ἐν τοῖς λόγοις τὰς ἰδέας, πολὺ μᾶλλον ἐπιστῆμον ἄν τι εἴη αὐτὸ ἐπιστήμη καὶ κινούμενον κίνησις:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: