previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1050α] [1] καὶ τὸν μανθάνοντα ἀνάγκη ἔχειν τι τῆς ἐπιστήμης ἴσως. ἀλλ᾽ οὖν καὶ ταύτῃ γε δῆλον ὅτι ἐνέργεια καὶ οὕτω προτέρα τῆς δυνάμεως κατὰ γένεσιν καὶ χρόνον. ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει [5] ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότεραοἷον ἀνὴρ παιδὸς καὶ ἄνθρωπος σπέρματος: τὸ μὲν γὰρ ἤδη ἔχει τὸ εἶδος τὸ δ᾽ οὔ), καὶ ὅτι ἅπαν ἐπ᾽ ἀρχὴν βαδίζει τὸ γιγνόμενον καὶ τέλοςἀρχὴ γὰρ τὸ οὗ ἕνεκα, τοῦ τέλους δὲ ἕνεκα γένεσις), τέλος δ᾽ ἐνέργεια, καὶ τούτου χάριν δύναμις [10] λαμβάνεται. οὐ γὰρ ἵνα ὄψιν ἔχωσιν ὁρῶσι τὰ ζῷα ἀλλ᾽ ὅπως ὁρῶσιν ὄψιν ἔχουσιν, ὁμοίως δὲ καὶ οἰκοδομικὴν ἵνα [12] οἰκοδομῶσι καὶ τὴν θεωρητικὴν ἵνα θεωρῶσιν: ἀλλ᾽ οὐ θεωροῦσιν ἵνα θεωρητικὴν ἔχωσιν, εἰ μὴ οἱ μελετῶντες: οὗτοι δὲ οὐχὶ θεωροῦσιν ἀλλ᾽ ὡδί, † ὅτι οὐδὲν δέονται θεωρεῖν†. [15] ἔτι ὕλη ἔστι δυνάμει ὅτι ἔλθοι ἂν εἰς τὸ εἶδος: ὅταν δέ γε ἐνεργείᾳ , τότε ἐν τῷ εἴδει ἐστίν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ὧν κίνησις τὸ τέλος, διὸ ὥσπερ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξαντες οἴονται τὸ τέλος ἀποδεδωκέναι, καὶ φύσις ὁμοίως. εἰ γὰρ μὴ οὕτω γίγνεται, [20] Παύσωνος ἔσται Ἑρμῆς: ἄδηλος γὰρ καὶ ἐπιστήμη εἰ ἔσω ἔξω, ὥσπερ κἀκεῖνος. τὸ γὰρ ἔργον τέλος, δὲ ἐνέργεια τὸ ἔργον, διὸ καὶ τοὔνομα ἐνέργεια λέγεται κατὰ τὸ ἔργον καὶ συντείνει πρὸς τὴν ἐντελέχειαν. ἐπεὶ δ᾽ ἐστὶ τῶν μὲν ἔσχατον χρῆσιςοἷον ὄψεως ὅρασις, καὶ οὐθὲν [25] γίγνεται παρὰ ταύτην ἕτερον ἀπὸ τῆς ὄψεως), ἀπ᾽ ἐνίων δὲ γίγνεταί τιοἷον ἀπὸ τῆς οἰκοδομικῆς οἰκία παρὰ τὴν οἰκοδόμησιν), ὅμως οὐθὲν ἧττον ἔνθα μὲν τέλος, ἔνθα δὲ μᾶλλον τέλος τῆς δυνάμεώς ἐστιν: γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ, καὶ ἅμα γίγνεται καὶ ἔστι τῇ οἰκίᾳ. [30] ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γιγνόμενον, τούτων μὲν ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστίνοἷον τε οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ὕφανσις ἐν τῷ ὑφαινομένῳ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ὅλως κίνησις ἐν τῷ κινουμένῳ): ὅσων δὲ μὴ ἔστιν ἄλλο τι ἔργον [35] παρὰ τὴν ἐνέργειαν, ἐν αὐτοῖς ὑπάρχει ἐνέργειαοἷον ὅρασις ἐν τῷ ὁρῶντι καὶ θεωρία ἐν τῷ θεωροῦντι καὶ ζωὴ ἐν τῇ ψυχῇ, διὸ καὶ εὐδαιμονία:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: