previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1049β] [1] ἄμφω γὰρ ἀόριστα. πότε μὲν οὖν λεκτέον δυνάμει καὶ πότε οὔ, εἴρηται.

ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσαχῶς λέγεται, [5] φανερὸν ὅτι πρότερον ἐνέργεια δυνάμεώς ἐστιν. λέγω δὲ δυνάμεως οὐ μόνον τῆς ὡρισμένης λέγεται ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἄλλο, ἀλλ᾽ ὅλως πάσης ἀρχῆς κινητικῆς στατικῆς. καὶ γὰρ φύσις ἐν ταὐτῷ γίγνεται: ἐν ταὐτῷ γὰρ γένει τῇ δυνάμει: ἀρχὴ γὰρ κινητική, ἀλλ᾽ [10] οὐκ ἐν ἄλλῳ ἀλλ᾽ ἐν αὐτῷ αὐτό.

πάσης δὴ τῆς τοιαύτης προτέρα ἐστὶν ἐνέργεια καὶ λόγῳ καὶ τῇ οὐσίᾳ: χρόνῳ δ᾽ ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ. τῷ λόγῳ μὲν οὖν ὅτι προτέρα, δῆλοντῷ γὰρ ἐνδέχεσθαι ἐνεργῆσαι δυνατόν ἐστι τὸ πρώτως δυνατόν, οἷον λέγω οἰκοδομικὸν τὸ δυνάμενον οἰκοδομεῖν, [15] καὶ ὁρατικὸν τὸ ὁρᾶν, καὶ ὁρατὸν τὸ δυνατὸν ὁρᾶσθαι: δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὥστ᾽ ἀνάγκη τὸν λόγον προϋπάρχειν καὶ τὴν γνῶσιν τῆς γνώσεως): τῷ δὲ χρόνῳ πρότερον ὧδε: τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον, ἀριθμῷ δ᾽ οὔ. λέγω δὲ τοῦτο ὅτι τοῦδε μὲν τοῦ ἀνθρώπου τοῦ [20] ἤδη ὄντος κατ᾽ ἐνέργειαν καὶ τοῦ σίτου καὶ τοῦ ὁρῶντος πρότερον τῷ χρόνῳ ὕλη καὶ τὸ σπέρμα καὶ τὸ ὁρατικόν, δυνάμει μέν ἐστιν ἄνθρωπος καὶ σῖτος καὶ ὁρῶν, ἐνεργείᾳ δ᾽ οὔπω: ἀλλὰ τούτων πρότερα τῷ χρόνῳ ἕτερα ὄντα ἐνεργείᾳ ἐξ ὧν ταῦτα ἐγένετο: ἀεὶ γὰρ ἐκ τοῦ δυνάμει ὄντος [25] γίγνεται τὸ ἐνεργείᾳ ὂν ὑπὸ ἐνεργείᾳ ὄντος, οἷον ἄνθρωπος ἐξ ἀνθρώπου, μουσικὸς ὑπὸ μουσικοῦ, ἀεὶ κινοῦντός τινος πρώτου: τὸ δὲ κινοῦν ἐνεργείᾳ ἤδη ἔστιν. εἴρηται δὲ ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις ὅτι πᾶν τὸ γιγνόμενον γίγνεται ἔκ τινος τι καὶ ὑπό τινος, καὶ τοῦτο τῷ εἴδει τὸ αὐτό. διὸ καὶ δοκεῖ [30] ἀδύνατον εἶναι οἰκοδόμον εἶναι μὴ οἰκοδομήσαντα μηθὲν κιθαριστὴν μηθὲν κιθαρίσαντα: γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν, ὁμοίως δὲ καὶ οἱ ἄλλοι. ὅθεν σοφιστικὸς ἔλεγχος ἐγίγνετο ὅτι οὐκ ἔχων τις τὴν ἐπιστήμην ποιήσει οὗ ἐπιστήμη: γὰρ μανθάνων οὐκ ἔχει. [35] ἀλλὰ διὰ τὸ τοῦ γιγνομένου γεγενῆσθαί τι καὶ τοῦ ὅλως κινουμένου κεκινῆσθαί τιδῆλον δ᾽ ἐν τοῖς περὶ κινήσεως τοῦτο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: