previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1046α] [1] ἐπὶ πλέον γάρ ἐστιν δύναμις καὶ ἐνέργεια τῶν μόνον λεγομένων κατὰ κίνησιν. ἀλλ᾽ εἰπόντες περὶ ταύτης, ἐν τοῖς περὶ τῆς ἐνεργείας διορισμοῖς δηλώσομεν καὶ περὶ τῶν ἄλλων. ὅτι μὲν οὖν λέγεται [5] πολλαχῶς δύναμις καὶ τὸ δύνασθαι, διώρισται ἡμῖν ἐν ἄλλοις: τούτων δ᾽ ὅσαι μὲν ὁμωνύμως λέγονται δυνάμεις ἀφείσθωσανἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, καθάπερ ἐν γεωμετρίᾳ καὶ δυνατὰ καὶ ἀδύνατα λέγομεν τῷ εἶναί πως μὴ εἶναι), ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί [10] τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται, ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἄλλο. μὲν γὰρ τοῦ παθεῖν ἐστὶ δύναμις, ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ᾽ ἄλλου ἄλλο: δ᾽ ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον καὶ φθορᾶς τῆς ὑπ᾽ ἄλλου ἄλλο ὑπ᾽ ἀρχῆς [15] μεταβλητικῆς. ἐν γὰρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις τῆς πρώτης δυνάμεως λόγος. πάλιν δ᾽ αὗται δυνάμεις λέγονται τοῦ μόνον ποιῆσαι τοῦ παθεῖν τοῦ καλῶς, ὥστε καὶ ἐν τοῖς τούτων λόγοις ἐνυπάρχουσί πως οἱ τῶν προτέρων δυνάμεων λόγοι.

φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις [20] τοῦ ποιεῖν καὶ πάσχεινδυνατὸν γάρ ἐστι καὶ τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν καὶ τῷ ἄλλο ὑπ᾽ αὐτοῦ), ἔστι δὲ ὡς ἄλλη. μὲν γὰρ ἐν τῷ πάσχοντιδιὰ γὰρ τὸ ἔχειν τινὰ ἀρχήν, καὶ εἶναι καὶ τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον, καὶ ἄλλο ὑπ᾽ ἄλλου: τὸ λιπαρὸν μὲν [25] γὰρ καυστὸν τὸ δ᾽ ὑπεῖκον ὡδὶ θλαστόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), δ᾽ ἐν τῷ ποιοῦντι, οἷον τὸ θερμὸν καὶ οἰκοδομική, μὲν ἐν τῷ θερμαντικῷ δ᾽ ἐν τῷ οἰκοδομικῷ: διὸ συμπέφυκεν, οὐθὲν πάσχει αὐτὸ ὑφ᾽ ἑαυτοῦ: ἓν γὰρ καὶ οὐκ ἄλλο. καὶ ἀδυναμία καὶ τὸ ἀδύνατον [30] τῇ τοιαύτῃ δυνάμει ἐναντία στέρησίς ἐστιν, ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμίᾳ. δὲ στέρησις λέγεται πολλαχῶς: καὶ γὰρ τὸ μὴ ἔχον καὶ τὸ πεφυκὸς ἂν μὴ ἔχῃ, ὅλως ὅτε πέφυκεν, καὶ ὡδί, οἷον παντελῶς, κἂν ὁπωσοῦν. ἐπ᾽ ἐνίων δέ, ἂν πεφυκότα [35] ἔχειν μὴ ἔχῃ βίᾳ, ἐστερῆσθαι ταῦτα λέγομεν.

ἐπεὶ δ᾽ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ τοιαῦται, αἱ δ᾽ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ καὶ τῆς ψυχῆς ἐν τῷ λόγον ἔχοντι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: