previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1044α] [1] οὕτως οὐδὲ ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι οὐκέτι ἔσται ἀφαιρεθέντος τινὸς προστεθέντος. καὶ τὸν ἀριθμὸν δεῖ εἶναί τι εἷς, νῦν οὐκ ἔχουσι λέγειν τίνι εἷς, εἴπερ ἐστὶν εἷς γὰρ οὐκ ἔστιν ἀλλ᾽ οἷον σωρός, [5] εἴπερ ἐστί, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν): καὶ ὁρισμὸς εἷς ἐστίν, ὁμοίως δὲ οὐδὲ τοῦτον ἔχουσι λέγειν. καὶ τοῦτο εἰκότως συμβαίνει: τοῦ αὐτοῦ γὰρ λόγου, καὶ οὐσία ἓν οὕτως, ἀλλ᾽ οὐχ ὡς λέγουσί τινες οἷον μονάς τις οὖσα στιγμή, ἀλλ᾽ ἐντελέχεια καὶ φύσις τις ἑκάστη. καὶ ὥσπερ οὐδὲ [10] ἀριθμὸς ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδ᾽ κατὰ τὸ εἶδος οὐσία, ἀλλ᾽ εἴπερ, μετὰ τῆς ὕλης. περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς τ᾽ ἐνδέχεται καὶ πῶς ἀδύνατον, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς, ἔστω μέχρι τούτων διωρισμένον. [15]

περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου τῶν αὐτῶν ὡς πρώτων καὶ αὐτὴ ὕλη ὡς ἀρχὴ τοῖς γιγνομένοις, ὅμως ἔστι τις οἰκεία ἑκάστου, οἷον φλέγματος ἐστι πρώτη ὕλη τὰ γλυκέα λιπαρά, χολῆς δὲ τὰ πικρὰ ἄλλ᾽ ἄττα: ἴσως δὲ [20] ταῦτα ἐκ τοῦ αὐτοῦ. γίγνονται δὲ πλείους ὗλαι τοῦ αὐτοῦ ὅταν θατέρου ἑτέρα , οἷον φλέγμα ἐκ λιπαροῦ καὶ γλυκέος εἰ τὸ λιπαρὸν ἐκ τοῦ γλυκέος, ἐκ δὲ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν. διχῶς γὰρ τόδ᾽ ἐκ τοῦδε, ὅτι πρὸ ὁδοῦ ἔσται ὅτι ἀναλυθέντος εἰς τὴν [25] ἀρχήν. ἐνδέχεται δὲ μιᾶς τῆς ὕλης οὔσης ἕτερα γίγνεσθαι διὰ τὴν κινοῦσαν αἰτίαν, οἷον ἐκ ξύλου καὶ κιβωτὸς καὶ κλίνη. ἐνίων δ᾽ ἑτέρα ὕλη ἐξ ἀνάγκης ἑτέρων ὄντων, οἷον πρίων οὐκ ἂν γένοιτο ἐκ ξύλου, οὐδ᾽ ἐπὶ τῇ κινούσῃ αἰτίᾳ τοῦτο: οὐ γὰρ ποιήσει πρίονα ἐξ ἐρίου ξύλου. εἰ δ᾽ ἄρα [30] τὸ αὐτὸ ἐνδέχεται ἐξ ἄλλης ὕλης ποιῆσαι, δῆλον ὅτι τέχνη καὶ ἀρχὴ ὡς κινοῦσα αὐτή: εἰ γὰρ καὶ ὕλη ἑτέρα καὶ τὸ κινοῦν, καὶ τὸ γεγονός.

ὅταν δή τις ζητῇ τὸ αἴτιον, ἐπεὶ πλεοναχῶς τὰ αἴτια λέγεται, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας. οἷον ἀνθρώπου τίς αἰτία ὡς [35] ὕλη; ἆρα τὰ καταμήνια; τί δ᾽ ὡς κινοῦν; ἆρα τὸ σπέρμα; τί δ᾽ ὡς τὸ εἶδος; τὸ τί ἦν εἶναι. τί δ᾽ ὡς οὗ ἕνεκα; τὸ τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: