previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1043β] [1] τὸ γὰρ τί ἦν εἶναι τῷ εἴδει καὶ τῇ ἐνεργείᾳ ὑπάρχει. ψυχὴ μὲν γὰρ καὶ ψυχῇ εἶναι ταὐτόν, ἀνθρώπῳ δὲ καὶ ἄνθρωπος οὐ ταὐτόν, εἰ μὴ καὶ ψυχὴ ἄνθρωπος λεχθήσεται: οὕτω δὲ τινὶ μὲν τινὶ δ᾽ οὔ.

οὐ φαίνεται [5] δὴ ζητοῦσιν συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως, οὐδ᾽ οἰκία πλίνθοι τε καὶ σύνθεσις. καὶ τοῦτο ὀρθῶς: οὐ γάρ ἐστιν σύνθεσις οὐδ᾽ μῖξις ἐκ τούτων ὧν ἐστὶ σύνθεσις μῖξις. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων οὐθέν, οἷον εἰ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ θέσις ἀλλὰ μᾶλλον [10] οὗτος ἐξ ἐκείνης. οὐδὲ δὴ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ δίπουν, ἀλλά τι δεῖ εἶναι παρὰ ταῦτά ἐστιν, εἰ ταῦθ᾽ ὕλη, οὔτε δὲ στοιχεῖον οὔτ᾽ ἐκ στοιχείου, ἀλλ᾽ οὐσία: ἐξαιροῦντες [13] τὴν ὕλην λέγουσιν. εἰ οὖν τοῦτ᾽ αἴτιον τοῦ εἶναι, καὶ οὐσία τοῦτο, αὐτὴν ἂν τὴν οὐσίαν οὐ λέγοιεν. (ἀνάγκη δὴ ταύτην [15] ἀΐδιον εἶναι φθαρτὴν ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι ἄνευ τοῦ γίγνεσθαι. δέδεικται δὲ καὶ δεδήλωται ἐν ἄλλοις ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τόδε, γίγνεται δὲ τὸ ἐκ τούτων. εἰ δ᾽ εἰσὶ τῶν φθαρτῶν αἱ οὐσίαι χωρισταί, οὐδέν πω δῆλον: πλὴν ὅτι γ᾽ ἐνίων οὐκ ἐνδέχεται [20] δῆλον, ὅσα μὴ οἷόν τε παρὰ τὰ τινὰ εἶναι, οἷον οἰκίαν σκεῦος. ἴσως μὲν οὖν οὐδ᾽ οὐσίαι εἰσὶν οὔτ᾽ αὐτὰ ταῦτα οὔτε τι τῶν ἄλλων ὅσα μὴ φύσει συνέστηκεν: τὴν γὰρ φύσιν μόνην ἄν τις θείη τὴν ἐν τοῖς φθαρτοῖς οὐσίαν.) ὥστε ἀπορία ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν [25] ἔχει τινὰ καιρόν, ὅτι οὐκ ἔστι τὸ τί ἔστιν ὁρίσασθαιτὸν γὰρ ὅρον λόγον εἶναι μακρόν), ἀλλὰ ποῖον μέν τί ἐστιν ἐνδέχεται καὶ διδάξαι, ὥσπερ ἄργυρον, τί μέν ἐστιν οὔ, ὅτι δ᾽ οἷον καττίτερος: ὥστ᾽ οὐσίας ἔστι μὲν ἧς ἐνδέχεται εἶναι ὅρον καὶ λόγον, οἷον τῆς συνθέτου, ἐάν τε αἰσθητὴ [30] ἐάν τε νοητὴ : ἐξ ὧν δ᾽ αὕτη πρώτων, οὐκέτι, εἴπερ τὶ κατὰ τινὸς σημαίνει λόγος ὁριστικὸς καὶ δεῖ τὸ μὲν ὥσπερ ὕλην εἶναι τὸ δὲ ὡς μορφήν.

φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσί πως ἀριθμοὶ αἱ οὐσίαι, οὕτως εἰσὶ καὶ οὐχ ὥς τινες λέγουσι μονάδων: τε γὰρ ὁρισμὸς ἀριθμός τις: [35] διαιρετός τε γὰρ καὶ εἰς ἀδιαίρεταοὐ γὰρ ἄπειροι οἱ λόγοι), καὶ ἀριθμὸς δὲ τοιοῦτον. καὶ ὥσπερ οὐδ᾽ ἀπ᾽ ἀριθμοῦ ἀφαιρεθέντος τινὸς προστεθέντος ἐξ ὧν ἀριθμός ἐστιν, οὐκέτι αὐτὸς ἀριθμός ἐστιν ἀλλ᾽ ἕτερος, κἂν τοὐλάχιστον ἀφαιρεθῇ προστεθῇ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: