previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1043α] [1] φανερὸν δὴ ἐκ τούτων ὅτι εἴπερ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον, ὅτι ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι τούτων ἕκαστον. οὐσία μὲν οὖν οὐδὲν τούτων οὐδὲ συνδυαζόμενον, ὅμως [5] δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ: καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἐνέργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα. οἷον εἰ οὐδὸν δέοι ὁρίσασθαι, ξύλον λίθον ὡδὶ κείμενον ἐροῦμεν, καὶ οἰκίαν πλίνθους καὶ ξύλα ὡδὶ κείμενα ἔτι καὶ τὸ οὗ ἕνεκα ἐπ᾽ ἐνίων ἔστιν), εἰ δὲ κρύσταλλον, [10] ὕδωρ πεπηγὸς πεπυκνωμένον ὡδί: συμφωνία δὲ ὀξέος καὶ βαρέος μῖξις τοιαδί: τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. φανερὸν δὴ ἐκ τούτων ὅτι ἐνέργεια ἄλλη ἄλλης ὕλης καὶ λόγος: τῶν μὲν γὰρ σύνθεσις τῶν δ᾽ μῖξις τῶν δὲ ἄλλο τι τῶν εἰρημένων. διὸ τῶν ὁριζομένων οἱ μὲν [15] λέγοντες τί ἐστιν οἰκία, ὅτι λίθοι πλίνθοι ξύλα, τὴν δυνάμει οἰκίαν λέγουσιν, ὕλη γὰρ ταῦτα: οἱ δὲ ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων τι ἄλλο τοιοῦτον προτιθέντες, τὴν ἐνέργειαν λέγουσιν: οἱ δ᾽ ἄμφω ταῦτα συντιθέντες τὴν τρίτην καὶ τὴν ἐκ τούτων οὐσίανἔοικε γὰρ μὲν διὰ τῶν διαφορῶν [20] λόγος τοῦ εἴδους καὶ τῆς ἐνεργείας εἶναι, δ᾽ ἐκ τῶν ἐνυπαρχόντων τῆς ὕλης μᾶλλον): ὁμοίως δὲ καὶ οἵους Ἀρχύτας ἀπεδέχετο ὅρους: τοῦ συνάμφω γάρ εἰσιν. οἷον τί ἐστι νηνεμία; ἠρεμία ἐν πλήθει ἀέρος: ὕλη μὲν γὰρ ἀήρ, ἐνέργεια δὲ καὶ οὐσία ἠρεμία. τί ἐστι γαλήνη; ὁμαλότης θαλάττης: [25] τὸ μὲν ὑποκείμενον ὡς ὕλη θάλαττα, δὲ ἐνέργεια καὶ μορφὴ ὁμαλότης. φανερὸν δὴ ἐκ τῶν εἰρημένων τίς αἰσθητὴ οὐσία ἐστὶ καὶ πῶς: μὲν γὰρ ὡς ὕλη, δ᾽ ὡς μορφὴ καὶ ἐνέργεια, δὲ τρίτη ἐκ τούτων.

δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει πότερον σημαίνει [30] τὸ ὄνομα τὴν σύνθετον οὐσίαν τὴν ἐνέργειαν καὶ τὴν μορφήν, οἷον οἰκία πότερον σημεῖον τοῦ κοινοῦ ὅτι σκέπασμα ἐκ πλίνθων καὶ λίθων ὡδὶ κειμένων, τῆς ἐνεργείας καὶ τοῦ εἴδους ὅτι σκέπασμα, καὶ γραμμὴ πότερον δυὰς ἐν μήκει ὅτι δυάς, καὶ ζῷον πότερον ψυχὴ ἐν [35] σώματι ψυχή: αὕτη γὰρ οὐσία καὶ ἐνέργεια σώματός τινος. εἴη δ᾽ ἂν καὶ ἐπ᾽ ἀμφοτέροις τὸ ζῷον, οὐχ ὡς ἑνὶ λόγῳ λεγόμενον ἀλλ᾽ ὡς πρὸς ἕν. ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: