previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1042α] [3]

ἐκ δὴ τῶν εἰρημένων συλλογίσασθαι δεῖ καὶ συναγαγόντας τὸ κεφάλαιον τέλος ἐπιθεῖναι. εἴρηται δὴ ὅτι [5] τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα. οὐσίαι δὲ αἱ μὲν ὁμολογούμεναί εἰσιν ὑπὸ πάντων, [7] περὶ δὲ ἐνίων ἰδίᾳ τινὲς ἀπεφήναντο: ὁμολογούμεναι μὲν αἱ φυσικαί, οἷον πῦρ γῆ ὕδωρ ἀὴρ καὶ τἆλλα τὰ ἁπλᾶ σώματα, ἔπειτα τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν, καὶ τὰ [10] ζῷα καὶ τὰ μόρια τῶν ζῴων, καὶ τέλος οὐρανὸς καὶ τὰ μόρια τοῦ οὐρανοῦ: ἰδίᾳ δέ τινες οὐσίας λέγουσιν εἶναι τά τ᾽ εἴδη καὶ τὰ μαθηματικά. ἄλλας δὲ δὴ συμβαίνει ἐκ τῶν λόγων οὐσίας εἶναι, τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον: ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν [15] καθ᾽ ἕκαστα: τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσινκατὰ τὸν αὐτὸν γὰρ λόγον οὐσίαι δοκοῦσιν εἶναι). ἐπεὶ δὲ τὸ τί ἦν εἶναι οὐσία, τούτου δὲ λόγος ὁρισμός, διὰ τοῦτο περὶ ὁρισμοῦ καὶ περὶ τοῦ καθ᾽ αὑτὸ διώρισται: ἐπεὶ δὲ ὁρισμὸς λόγος, δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον καὶ [20] περὶ μέρους ἦν ἰδεῖν, ποῖα τῆς οὐσίας μέρη καὶ ποῖα οὔ, καὶ εἰ ταῦτα καὶ τοῦ ὁρισμοῦ. ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος: περὶ δὲ τῶν ἰδεῶν καὶ τῶν μαθηματικῶν ὕστερον σκεπτέον: παρὰ γὰρ τὰς αἰσθητὰς οὐσίας ταύτας λέγουσί τινες εἶναι.

νῦν δὲ περὶ τῶν ὁμολογουμένων οὐσιῶν [25] ἐπέλθωμεν. αὗται δ᾽ εἰσὶν αἱ αἰσθηταί: αἱ δ᾽ αἰσθηταὶ οὐσίαι πᾶσαι ὕλην ἔχουσιν. ἔστι δ᾽ οὐσία τὸ ὑποκείμενον, ἄλλως μὲν ὕληὕλην δὲ λέγω μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε τι), ἄλλως δ᾽ λόγος καὶ μορφή, τόδε τι ὂν τῷ λόγῳ χωριστόν ἐστιν: τρίτον δὲ τὸ [30] ἐκ τούτων, οὗ γένεσις μόνου καὶ φθορά ἐστι, καὶ χωριστὸν ἁπλῶς: τῶν γὰρ κατὰ τὸν λόγον οὐσιῶν αἱ μὲν αἱ δ᾽ οὔ. ὅτι δ᾽ ἐστὶν οὐσία καὶ ὕλη, δῆλον: ἐν πάσαις γὰρ ταῖς ἀντικειμέναις μεταβολαῖς ἐστί τι τὸ ὑποκείμενον ταῖς μεταβολαῖς, οἷον κατὰ τόπον τὸ νῦν μὲν ἐνταῦθα πάλιν δ᾽ [35] ἄλλοθι, καὶ κατ᾽ αὔξησιν νῦν μὲν τηλικόνδε πάλιν δ᾽ ἔλαττον μεῖζον, καὶ κατ᾽ ἀλλοίωσιν νῦν μὲν ὑγιὲς πάλιν δὲ κάμνον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: