previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1039β] [1] καὶ διὰ τί οὐ καὶ χωρὶς αὑτοῦ ἔσται τὸ ζῷον τοῦτο; ἔπειτα εἰ μὲν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι συμβαίνει, τἀναντία γὰρ ἅμα ὑπάρξει αὐτῷ ἑνὶ καὶ τῷδέ τινι ὄντι: εἰ δὲ μή, τίς τρόπος [5] ὅταν εἴπῃ τις τὸ ζῷον εἶναι δίπουν πεζόν; ἀλλ᾽ ἴσως σύγκειται καὶ ἅπτεται μέμικται: ἀλλὰ πάντα ἄτοπα. ἀλλ᾽ ἕτερον ἐν ἑκάστῳ: οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν οὐσία ζῷον: οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ἅνθρωπος. ἔτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον: οὐσία τε γὰρ τὸ [10] ἐν ἑκάστῳ ζῷονοὐ γὰρ κατ᾽ ἄλλο λέγεται: εἰ δὲ μή, ἐξ ἐκείνου ἔσται ἄνθρωπος καὶ γένος αὐτοῦ ἐκεῖνο), καὶ ἔτι ἰδέαι ἅπαντα ἐξ ὧν ἄνθρωπος: οὐκοῦν οὐκ ἄλλου μὲν ἰδέα ἔσται ἄλλου δ᾽ οὐσίαἀδύνατον γάρ): αὐτὸ ἄρα ζῷον ἓν ἕκαστον ἔσται τῶν ἐν τοῖς ζῴοις. ἔτι ἐκ τίνος τοῦτο, καὶ [15] πῶς ἐξ αὐτοῦ ζῴου; πῶς οἷόν τε εἶναι τὸ ζῷον, οὐσία τοῦτο αὐτό, παρ᾽ αὐτὸ τὸ ζῷον; ἔτι δ᾽ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα. εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, δῆλον ὅτι οὐκ ἔστιν εἴδη αὐτῶν οὕτως ὥς τινές φασιν. [20]

ἐπεὶ δ᾽ οὐσία ἑτέρα, τό τε σύνολον καὶ λόγοςλέγω δ᾽ ὅτι μὲν οὕτως ἐστὶν οὐσία, σὺν τῇ ὕλῃ συνειλημμένος λόγος, δ᾽ λόγος ὅλως), ὅσαι μὲν οὖν οὕτω λέγονται, τούτων μὲν ἔστι φθοράκαὶ γὰρ γένεσις), τοῦ δὲ λόγου οὐκ ἔστιν οὕτως ὥστε φθείρεσθαιοὐδὲ γὰρ γένεσις, οὐ [25] γὰρ γίγνεται τὸ οἰκίᾳ εἶναι ἀλλὰ τὸ τῇδε τῇ οἰκίᾳ), ἀλλ᾽ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσὶ καὶ οὐκ εἰσίν: δέδεικται γὰρ ὅτι οὐδεὶς ταῦτα γεννᾷ οὐδὲ ποιεῖ. διὰ τοῦτο δὲ καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν τῶν καθ᾽ ἕκαστα οὔτε ὁρισμὸς οὔτε ἀπόδειξις ἔστιν, ὅτι ἔχουσιν ὕλην ἧς φύσις τοιαύτη ὥστ᾽ ἐνδέχεσθαι [30] καὶ εἶναι καὶ μή: διὸ φθαρτὰ πάντα τὰ καθ᾽ ἕκαστα αὐτῶν. εἰ οὖν τ᾽ ἀπόδειξις τῶν ἀναγκαίων καὶ ὁρισμὸς ἐπιστημονικόν, καὶ οὐκ ἐνδέχεται, ὥσπερ οὐδ᾽ ἐπιστήμην ὁτὲ μὲν ἐπιστήμην ὁτὲ δ᾽ ἄγνοιαν εἶναι, ἀλλὰ δόξα τὸ τοιοῦτόν ἐστιν, οὕτως οὐδ᾽ ἀπόδειξιν οὐδ᾽ ὁρισμόν, ἀλλὰ δόξα ἐστὶ τοῦ ἐνδεχομένου ἄλλως ἔχειν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: