previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1039α] [1] ἀλλὰ τοιόνδε. εἰ δὲ μή, ἄλλα τε πολλὰ συμβαίνει καὶ τρίτος ἄνθρωπος. ἔτι δὲ καὶ ὧδε δῆλον. ἀδύνατον γὰρ οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνυπαρχουσῶν ὡς ἐντελεχείᾳ: τὰ γὰρ δύο [5] οὕτως ἐντελεχείᾳ οὐδέποτε ἓν ἐντελεχείᾳ, ἀλλ᾽ ἐὰν δυνάμει δύο , ἔσται ἕνοἷον διπλασία ἐκ δύο ἡμίσεων δυνάμει γε: γὰρ ἐντελέχεια χωρίζει), ὥστ᾽ εἰ οὐσία ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν καὶ κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγει Δημόκριτος ὀρθῶς: ἀδύνατον γὰρ εἶναί φησιν ἐκ [10] δύο ἓν ἐξ ἑνὸς δύο γενέσθαι: τὰ γὰρ μεγέθη τὰ ἄτομα τὰς οὐσίας ποιεῖ. ὁμοίως τοίνυν δῆλον ὅτι καὶ ἐπ᾽ ἀριθμοῦ ἕξει, εἴπερ ἐστὶν ἀριθμὸς σύνθεσις μονάδων, ὥσπερ λέγεται ὑπό τινων: γὰρ οὐχ ἓν δυὰς οὐκ ἔστι μονὰς ἐν αὐτῇ ἐντελεχείᾳ.

ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν. εἰ γὰρ [15] μήτε ἐκ τῶν καθόλου οἷόν τ᾽ εἶναι μηδεμίαν οὐσίαν διὰ τὸ τοιόνδε ἀλλὰ μὴ τόδε τι σημαίνειν, μήτ᾽ ἐξ οὐσιῶν ἐνδέχεται ἐντελεχείᾳ εἶναι μηδεμίαν οὐσίαν σύνθετον, ἀσύνθετον ἂν εἴη οὐσία πᾶσα, ὥστ᾽ οὐδὲ λόγος ἂν εἴη οὐδεμιᾶς οὐσίας. ἀλλὰ μὴν δοκεῖ γε πᾶσι καὶ ἐλέχθη πάλαι [20] μόνον οὐσίας εἶναι ὅρον μάλιστα: νῦν δ᾽ οὐδὲ ταύτης. οὐδενὸς ἄρ᾽ ἔσται ὁρισμός: τρόπον μέν τινα ἔσται τρόπον δέ τινα οὔ. δῆλον δ᾽ ἔσται τὸ λεγόμενον ἐκ τῶν ὕστερον μᾶλλον.

φανερὸν δ᾽ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς [25] τὰς ἰδέας λέγουσιν οὐσίας τε χωριστὰς εἶναι καὶ ἅμα τὸ εἶδος ἐκ τοῦ γένους ποιοῦσι καὶ τῶν διαφορῶν. εἰ γὰρ ἔστι τὰ εἴδη, καὶ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ ἵππῳ, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστὶν ἕτερον: τῷ μὲν γὰρ λόγῳ δῆλον ὅτι ἕν: τὸν γὰρ αὐτὸν διέξεισι λόγον λέγων [30] ἐν ἑκατέρῳ. εἰ οὖν ἐστί τις ἄνθρωπος αὐτὸς καθ᾽ αὑτὸν τόδε τι καὶ κεχωρισμένον, ἀνάγκη καὶ ἐξ ὧν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν, τόδε τι σημαίνειν καὶ εἶναι χωριστὰ καὶ οὐσίας: ὥστε καὶ τὸ ζῷον. εἰ μὲν οὖν τὸ αὐτὸ καὶ ἓν τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ, ὥσπερ σὺ σαυτῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἓν ἔσται,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: