previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1038β] [1]

ἐπεὶ δὲ περὶ τῆς οὐσίας σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν. λέγεται δ᾽ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἐκ τούτων, καὶ τὸ καθόλου. περὶ μὲν οὖν τοῖν δυοῖν εἴρηταικαὶ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ [5] ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, τόδε τι ὄν, ὥσπερ τὸ ζῷον τοῖς πάθεσιν, ὡς ὕλη τῇ ἐντελεχείᾳ), δοκεῖ δὲ καὶ τὸ καθόλου αἴτιόν τισιν εἶναι μάλιστα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου: διὸ ἐπέλθωμεν καὶ περὶ τούτου. ἔοικε γὰρ ἀδύνατον εἶναι οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου λεγομένων. πρῶτον [10] μὲν γὰρ οὐσία ἑκάστου ἴδιος ἑκάστῳ, οὐχ ὑπάρχει ἄλλῳ, τὸ δὲ καθόλου κοινόν: τοῦτο γὰρ λέγεται καθόλου πλείοσιν ὑπάρχειν πέφυκεν. τίνος οὖν οὐσία τοῦτ᾽ ἔσται; γὰρ πάντων οὐδενός, πάντων δ᾽ οὐχ οἷόν τε: ἑνὸς δ᾽ εἰ ἔσται, καὶ τἆλλα τοῦτ᾽ ἔσται: ὧν γὰρ μία οὐσία καὶ τὸ τί ἦν εἶναι [15] ἕν, καὶ αὐτὰ ἕν. ἔτι οὐσία λέγεται τὸ μὴ καθ᾽ ὑποκειμένου, τὸ δὲ καθόλου καθ᾽ ὑποκειμένου τινὸς λέγεται ἀεί. ἀλλ᾽ ἆρα οὕτω μὲν οὐκ ἐνδέχεται ὡς τὸ τί ἦν εἶναι, ἐν τούτῳ δὲ ἐνυπάρχειν, οἷον τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ ἵππῳ; οὐκοῦν δῆλον ὅτι ἔστι τις αὐτοῦ λόγος. διαφέρει δ᾽ οὐθὲν οὐδ᾽ εἰ μὴ [20] πάντων λόγος ἔστι τῶν ἐν τῇ οὐσίᾳ: οὐδὲν γὰρ ἧττον οὐσία τοῦτ᾽ ἔσται τινός, ὡς ἄνθρωπος τοῦ ἀνθρώπου ἐν ὑπάρχει, ὥστε τὸ αὐτὸ συμβήσεται πάλιν: ἔσται γὰρ ἐκείνου οὐσία, οἷον τὸ ζῷον, ἐν ὡς ἴδιον ὑπάρχει. ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ οὐσίαν, εἰ ἔστιν ἔκ τινων, [25] μὴ ἐξ οὐσιῶν εἶναι μηδ᾽ ἐκ τοῦ τόδε τι ἀλλ᾽ ἐκ ποιοῦ: πρότερον γὰρ ἔσται μὴ οὐσία τε καὶ τὸ ποιὸν οὐσίας τε καὶ τοῦ τόδε. ὅπερ ἀδύνατον: οὔτε λόγῳ γὰρ οὔτε χρόνῳ οὔτε γενέσει οἷόν τε τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα: ἔσται γὰρ καὶ χωριστά. ἔτι τῷ Σωκράτει ἐνυπάρξει οὐσία οὐσίᾳ, [30] ὥστε δυοῖν ἔσται οὐσία. ὅλως δὲ συμβαίνει, εἰ ἔστιν οὐσία ἄνθρωπος καὶ ὅσα οὕτω λέγεται, μηθὲν τῶν ἐν τῷ λόγῳ εἶναι μηδενὸς οὐσίαν μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν μηδ᾽ ἐν ἄλλῳ, λέγω δ᾽ οἷον οὐκ εἶναί τι ζῷον παρὰ τὰ τινά, οὐδ᾽ ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέν. ἔκ τε δὴ τούτων θεωροῦσι [35] φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι οὐδὲν σημαίνει τῶν κοινῇ κατηγορουμένων τόδε τι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: