previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1037β] [1] ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, οἷον καμπυλότης καὶ καμπυλότητι εἶναι, εἰ πρώτη ἐστίνλέγω δὲ πρώτην μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι καὶ ὑποκειμένῳ ὡς ὕλῃ), ὅσα δὲ ὡς ὕλη [5] ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό, οὐδ᾽ εἰ κατὰ συμβεβηκὸς ἕν, οἷον Σωκράτης καὶ τὸ μουσικόν: ταῦτα γὰρ ταὐτὰ κατὰ συμβεβηκός.

νῦν δὲ λέγωμεν πρῶτον ἐφ᾽ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμοῦ μὴ εἴρηται: γὰρ ἐν ἐκείνοις ἀπορία [10] λεχθεῖσα πρὸ ἔργου τοῖς περὶ τῆς οὐσίας ἐστὶ λόγοις. λέγω δὲ ταύτην τὴν ἀπορίαν, διὰ τί ποτε ἕν ἐστιν οὗ τὸν λόγον ὁρισμὸν εἶναί φαμεν, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον δίπουν: ἔστω γὰρ οὗτος αὐτοῦ λόγος. διὰ τί δὴ τοῦτο ἕν ἐστιν ἀλλ᾽ οὐ πολλά, ζῷον καὶ δίπουν: ἐπὶ μὲν γὰρ τοῦ ἄνθρωπος [15] καὶ λευκὸν πολλὰ μέν ἐστιν ὅταν μὴ ὑπάρχῃ θατέρῳ θάτερον, ἓν δὲ ὅταν ὑπάρχῃ καὶ πάθῃ τι τὸ ὑποκείμενον, ἄνθρωποςτότε γὰρ ἓν γίγνεται καὶ ἔστιν λευκὸς ἄνθρωπος): ἐνταῦθα δ᾽ οὐ μετέχει θατέρου θάτερον: τὸ γὰρ γένος οὐ δοκεῖ μετέχειν τῶν διαφορῶνἅμα γὰρ ἂν τῶν [20] ἐναντίων τὸ αὐτὸ μετεῖχεν: αἱ γὰρ διαφοραὶ ἐναντίαι αἷς διαφέρει τὸ γένος). εἰ δὲ καὶ μετέχει, αὐτὸς λόγος, εἴπερ εἰσὶν αἱ διαφοραὶ πλείους, οἷον πεζὸν δίπουν ἄπτερον. διὰ τί γὰρ ταῦθ᾽ ἓν ἀλλ᾽ οὐ πολλά; οὐ γὰρ ὅτι ἐνυπάρχει: οὕτω μὲν γὰρ ἐξ ἁπάντων ἔσται ἕν. δεῖ δέ γε ἓν [25] εἶναι ὅσα ἐν τῷ ὁρισμῷ: γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ οὐσίας, ὥστε ἑνός τινος δεῖ αὐτὸν εἶναι λόγον: καὶ γὰρ οὐσία ἕν τι καὶ τόδε τι σημαίνει, ὡς φαμέν.

δεῖ δὲ ἐπισκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐν τῷ ὁρισμῷ πλὴν τὸ [30] πρῶτον λεγόμενον γένος καὶ αἱ διαφοραί: τὰ δ᾽ ἄλλα γένη ἐστὶ τό τε πρῶτον καὶ μετὰ τούτου αἱ συλλαμβανόμεναι διαφοραί, οἷον τὸ πρῶτον ζῷον, τὸ δὲ ἐχόμενον ζῷον δίπουν, καὶ πάλιν ζῷον δίπουν ἄπτερον: ὁμοίως δὲ κἂν διὰ πλειόνων λέγηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: