previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1037α] [1] καὶ παντὸς γὰρ ὕλη τις ἔστιν μὴ ἔστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ᾽ αὑτὸ ἀλλὰ τόδε τι. κύκλου μὲν οὖν οὐκ ἔσται τοῦ καθόλου, τῶν δὲ καθ᾽ ἕκαστα ἔσται μέρη ταῦτα, ὥσπερ εἴρηται πρότερον: ἔστι γὰρ ὕλη μὲν αἰσθητὴ [5] δὲ νοητή. δῆλον δὲ καὶ ὅτι μὲν ψυχὴ οὐσία πρώτη, τὸ δὲ σῶμα ὕλη, δ᾽ ἄνθρωπος τὸ ζῷον τὸ ἐξ ἀμφοῖν ὡς καθόλου: Σωκράτης δὲ καὶ Κορίσκος, εἰ μὲν καὶ ψυχὴ Σωκράτης, διττόνοἱ μὲν γὰρ ὡς ψυχὴν οἱ δ᾽ ὡς τὸ σύνολον), εἰ δ᾽ ἁπλῶς ψυχὴ ἥδε καὶ τὸ σῶμα τόδε, ὥσπερ τὸ [10] καθόλου τε καὶ τὸ καθ᾽ ἕκαστον. πότερον δὲ ἔστι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τις ἄλλη, καὶ δεῖ ζητεῖν οὐσίαν ἑτέραν τινὰ οἷον ἀριθμοὺς τι τοιοῦτον, σκεπτέον ὕστερον. τούτου γὰρ χάριν καὶ περὶ τῶν αἰσθητῶν οὐσιῶν πειρώμεθα διορίζειν, ἐπεὶ τρόπον τινὰ τῆς φυσικῆς καὶ [15] δευτέρας φιλοσοφίας ἔργον περὶ τὰς αἰσθητὰς οὐσίας θεωρία: οὐ γὰρ μόνον περὶ τῆς ὕλης δεῖ γνωρίζειν τὸν φυσικὸν ἀλλὰ καὶ τῆς κατὰ τὸν λόγον, καὶ μᾶλλον. ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ, καὶ διὰ τί εἷς λόγος ὁρισμόςδῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ [20] πρᾶγμα τίνι ἕν, μέρη γε ἔχον;), σκεπτέον ὕστερον. τί μὲν οὖν ἐστὶ τὸ τί ἦν εἶναι καὶ πῶς αὐτὸ καθ᾽ αὑτό, καθόλου περὶ παντὸς εἴρηται, καὶ διὰ τί τῶν μὲν λόγος τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου τῶν δ᾽ οὔ, καὶ ὅτι ἐν μὲν τῷ τῆς οὐσίας λόγῳ τὰ οὕτω μόρια [25] ὡς ὕλη οὐκ ἐνέσταιοὐδὲ γὰρ ἔστιν ἐκείνης μόρια τῆς οὐσίας ἀλλὰ τῆς συνόλου, ταύτης δέ γ᾽ ἔστι πως λόγος καὶ οὐκ ἔστιν: μετὰ μὲν γὰρ τῆς ὕλης οὐκ ἔστινἀόριστον γάρ), κατὰ τὴν πρώτην δ᾽ οὐσίαν ἔστιν, οἷον ἀνθρώπου τῆς ψυχῆς λόγος: γὰρ οὐσία ἐστὶ τὸ εἶδος τὸ ἐνόν, ἐξ οὗ καὶ τῆς [30] ὕλης σύνολος λέγεται οὐσία, οἷον κοιλότηςἐκ γὰρ ταύτης καὶ τῆς ῥινὸς σιμὴ ῥὶς καὶ σιμότης ἐστί δὶς γὰρ ἐν τούτοις ὑπάρξει ῥίς)—ἐν δὲ τῇ συνόλῳ οὐσίᾳ, οἷον ῥινὶ σιμῇ Καλλίᾳ, ἐνέσται καὶ ὕλη: καὶ ὅτι τὸ τί ἦν εἶναι καὶ ἕκαστον ἐπὶ τινῶν μὲν ταὐτό,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: