previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1036α] [1] τὸ γὰρ κύκλῳ εἶναι καὶ κύκλος καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτό. τοῦ δὲ συνόλου ἤδη, οἷον κύκλου τουδὶ καὶ τῶν καθ᾽ ἕκαστά τινος αἰσθητοῦ νοητοῦλέγω δὲ νοητοὺς μὲν οἷον τοὺς μαθηματικούς, αἰσθητοὺς δὲ οἷον τοὺς χαλκοῦς [5] καὶ τοὺς ξυλίνουςτούτων δὲ οὐκ ἔστιν ὁρισμός, ἀλλὰ μετὰ νοήσεως αἰσθήσεως γνωρίζονται, ἀπελθόντες δὲ ἐκ τῆς ἐντελεχείας οὐ δῆλον πότερον εἰσὶν οὐκ εἰσίν: ἀλλ᾽ ἀεὶ λέγονται καὶ γνωρίζονται τῷ καθόλου λόγῳ. δ᾽ ὕλη ἄγνωστος καθ᾽ αὑτήν. ὕλη δὲ μὲν αἰσθητή ἐστιν δὲ [10] νοητή, αἰσθητὴ μὲν οἷον χαλκὸς καὶ ξύλον καὶ ὅση κινητὴ ὕλη, νοητὴ δὲ ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσα μὴ αἰσθητά, οἷον τὰ μαθηματικά. πῶς μὲν οὖν ἔχει περὶ ὅλου καὶ μέρους καὶ περὶ τοῦ προτέρου καὶ ὑστέρου, εἴρηται: πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρηται πότερον ὀρθὴ [15] καὶ κύκλος καὶ τὸ ζῷον πρότερον εἰς διαιροῦνται καὶ ἐξ ὧν εἰσί, τὰ μέρη, ὅτι οὐχ ἁπλῶς. εἰ μὲν γάρ ἐστι καὶ ψυχὴ ζῷον ἔμψυχον, ἕκαστον ἑκάστου, καὶ κύκλος τὸ κύκλῳ εἶναι, καὶ ὀρθὴ τὸ ὀρθῇ εἶναι καὶ οὐσία τῆς ὀρθῆς, τὶ μὲν καὶ τινὸς φατέον ὕστερον, οἷον [20] τῶν ἐν τῷ λόγῳ καὶ τινὸς ὀρθῆςκαὶ γὰρ μετὰ τῆς ὕλης, χαλκῆ ὀρθή, καὶ ἐν ταῖς γραμμαῖς ταῖς καθ᾽ ἕκαστα), δ᾽ ἄνευ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα τῶν δ᾽ ἐν τῷ καθ᾽ ἕκαστα μορίων προτέρα, ἁπλῶς δ᾽ οὐ φατέον: εἰ δ᾽ ἑτέρα καὶ μὴ ἔστιν ψυχὴ ζῷον, καὶ οὕτω τὰ μὲν [25] φατέον τὰ δ᾽ οὐ φατέον, ὥσπερ εἴρηται.

ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὔ, ἀλλὰ τοῦ συνειλημμένου. καίτοι τούτου μὴ δήλου ὄντος οὐκ ἔστιν ὁρίσασθαι ἕκαστον: τοῦ γὰρ καθόλου καὶ τοῦ εἴδους ὁρισμός: ποῖα οὖν ἐστὶ τῶν μερῶν ὡς ὕλη καὶ ποῖα [30] οὔ, ἐὰν μὴ φανερά, οὐδὲ λόγος ἔσται φανερὸς τοῦ πράγματος. ὅσα μὲν οὖν φαίνεται ἐπιγιγνόμενα ἐφ᾽ ἑτέρων τῷ εἴδει, οἷον κύκλος ἐν χαλκῷ καὶ λίθῳ καὶ ξύλῳ, ταῦτα μὲν δῆλα εἶναι δοκεῖ ὅτι οὐδὲν τῆς τοῦ κύκλου οὐσίας χαλκὸς οὐδ᾽ λίθος διὰ τὸ χωρίζεσθαι αὐτῶν: ὅσα δὲ [35] μὴ ὁρᾶται χωριζόμενα, οὐδὲν μὲν κωλύει ὁμοίως ἔχειν τούτοις, ὥσπερ κἂν εἰ οἱ κύκλοι πάντες ἑωρῶντο χαλκοῖ:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: