previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1033α] [1] ἀλλ᾽ ἆρα καὶ τῶν ἐν τῷ λόγῳ; ἀμφοτέρως δὴ λέγομεν τοὺς χαλκοῦς κύκλους τί εἰσι, καὶ τὴν ὕλην λέγοντες ὅτι χαλκός, καὶ τὸ εἶδος ὅτι σχῆμα τοιόνδε, καὶ τοῦτό ἐστι τὸ γένος εἰς πρῶτον τίθεται. δὴ [5] χαλκοῦς κύκλος ἔχει ἐν τῷ λόγῳ τὴν ὕλην.

ἐξ οὗ δὲ ὡς ὕλης γίγνεται ἔνια λέγεται, ὅταν γένηται, οὐκ ἐκεῖνο ἀλλ᾽ ἐκείνινον, οἷον ἀνδριὰς οὐ λίθος ἀλλὰ λίθινος, δὲ ἄνθρωπος ὑγιαίνων οὐ λέγεται ἐκεῖνο ἐξ οὗ: αἴτιον δὲ ὅτι γίγνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου, λέγομεν τὴν [10] ὕληνοἷον καὶ ἄνθρωπος καὶ κάμνων γίγνεται ὑγιής), μᾶλλον μέντοι λέγεται γίγνεσθαι ἐκ τῆς στερήσεως, οἷον ἐκ κάμνοντος ὑγιὴς ἐξ ἀνθρώπου, διὸ κάμνων μὲν ὑγιὴς οὐ λέγεται, ἄνθρωπος δέ, καὶ ἄνθρωπος ὑγιής: ὧν δ᾽ στέρησις ἄδηλος καὶ ἀνώνυμος, οἷον ἐν χαλκῷ σχήματος ὁποιουοῦν [15] ἐν πλίνθοις καὶ ξύλοις οἰκίας, ἐκ τούτων δοκεῖ γίγνεσθαι ὡς ἐκεῖ ἐκ κάμνοντος: διὸ ὥσπερ οὐδ᾽ ἐκεῖ ἐξ οὗ τοῦτο, ἐκεῖνο οὐ λέγεται, οὐδ᾽ ἐνταῦθα ἀνδριὰς ξύλον, ἀλλὰ παράγεται ξύλινος, οὐ ξύλον, καὶ χαλκοῦς ἀλλ᾽ οὐ χαλκός, καὶ λίθινος ἀλλ᾽ οὐ λίθος, καὶ οἰκία πλινθίνη ἀλλ᾽ οὐ πλίνθοι, ἐπεὶ οὐδὲ [20] ὡς ἐκ ξύλου γίγνεται ἀνδριὰς ἐκ πλίνθων οἰκία, ἐάν τις ἐπιβλέπῃ σφόδρα, οὐκ ἂν ἁπλῶς εἴπειεν, διὰ τὸ δεῖν μεταβάλλοντος γίγνεσθαι ἐξ οὗ, ἀλλ᾽ οὐχ ὑπομένοντος. διὰ μὲν οὖν τοῦτο οὕτως λέγεται.

ἐπεὶ δὲ ὑπό τινός τε γίγνεται τὸ γιγνόμενοντοῦτο δὲ [25] λέγω ὅθεν ἀρχὴ τῆς γενέσεώς ἐστικαὶ ἔκ τινοςἔστω δὲ μὴ στέρησις τοῦτο ἀλλ᾽ ὕλη: ἤδη γὰρ διώρισται ὃν τρόπον τοῦτο λέγομενκαὶ τὶ γίγνεταιτοῦτο δ᾽ ἐστὶν σφαῖρα κύκλος τι ἔτυχε τῶν ἄλλων), ὥσπερ οὐδὲ τὸ ὑποκείμενον ποιεῖ, τὸν χαλκόν, οὕτως οὐδὲ τὴν σφαῖραν, εἰ μὴ [30] κατὰ συμβεβηκὸς ὅτι χαλκῆ σφαῖρα σφαῖρά ἐστιν ἐκείνην δὲ ποιεῖ. τὸ γὰρ τόδε τι ποιεῖν ἐκ τοῦ ὅλως ὑποκειμένου τόδε τι ποιεῖν ἐστίνλέγω δ᾽ ὅτι τὸν χαλκὸν στρογγύλον ποιεῖν ἐστὶν οὐ τὸ στρογγύλον τὴν σφαῖραν ποιεῖν ἀλλ᾽ ἕτερόν τι, οἷον τὸ εἶδος τοῦτο ἐν ἄλλῳ: εἰ γὰρ ποιεῖ, ἔκ τινος ἂν ποιοίη ἄλλου, τοῦτο γὰρ ὑπέκειτο:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: