previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1027β] [1] ὥστε ὁδὶ ἀποθανεῖται νόσῳ βίᾳ, ἐάν γε ἐξέλθῃ: τοῦτο δὲ ἐὰν διψήσῃ: τοῦτο δὲ ἐὰν ἄλλο: καὶ οὕτως ἥξει εἰς νῦν ὑπάρχει, εἰς τῶν γεγονότων τι. οἷον ἐὰν διψήσῃ: τοῦτο δὲ εἰ ἐσθίει δριμέα: [5] τοῦτο δ᾽ ἤτοι ὑπάρχει οὔ: ὥστ᾽ ἐξ ἀνάγκης ἀποθανεῖται οὐκ ἀποθανεῖται. ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα, αὐτὸς λόγος: ἤδη γὰρ ὑπάρχει τοῦτο ἔν τινι, λέγω δὲ τὸ γεγονός: ἐξ ἀνάγκης ἄρα πάντα ἔσται τὰ ἐσόμενα, οἷον τὸ ἀποθανεῖν τὸν ζῶντα: ἤδη γάρ τι γέγονεν, [10] οἷον τὰ ἐναντία ἐν τῷ αὐτῷ. ἀλλ᾽ εἰ νόσῳ βίᾳ, οὔπω, ἀλλ᾽ ἐὰν τοδὶ γένηται. δῆλον ἄρα ὅτι μέχρι τινὸς βαδίζει ἀρχῆς, αὕτη δ᾽ οὐκέτι εἰς ἄλλο. ἔσται οὖν τοῦ ὁπότερ᾽ ἔτυχεν αὕτη, καὶ αἴτιον τῆς γενέσεως αὐτῆς ἄλλο οὐθέν. ἀλλ᾽ εἰς ἀρχὴν ποίαν καὶ αἴτιον ποῖον ἀναγωγὴ [15] τοιαύτη, πότερον ὡς εἰς ὕλην ὡς εἰς τὸ οὗ ἕνεκα ὡς εἰς τὸ κινῆσαν, μάλιστα σκεπτέον.

περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθωδιώρισται γὰρ ἱκανῶς): τὸ δὲ ὡς ἀληθὲς ὄν, καὶ μὴ ὂν ὡς ψεῦδος, ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, τὸ δὲ σύνολον [20] περὶ μερισμὸν ἀντιφάσεωςτὸ μὲν γὰρ ἀληθὲς τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ ἔχει τὴν δ᾽ ἀπόφασιν ἐπὶ τῷ διῃρημένῳ, τὸ δὲ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν: πῶς δὲ τὸ ἅμα τὸ χωρὶς νοεῖν συμβαίνει, ἄλλος λόγος, λέγω δὲ τὸ ἅμα καὶ τὸ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς [25] ἀλλ᾽ ἕν τι γίγνεσθαι): οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν, οἷον τὸ μὲν ἀγαθὸν ἀληθὲς τὸ δὲ κακὸν εὐθὺς ψεῦδος, ἀλλ᾽ ἐν διανοίᾳ, περὶ δὲ τὰ ἁπλᾶ καὶ τὰ τί ἐστιν οὐδ᾽ ἐν διανοίᾳ:

ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ὕστερον ἐπισκεπτέον: ἐπεὶ δὲ συμπλοκή [30] ἐστιν καὶ διαίρεσις ἐν διανοίᾳ ἀλλ᾽ οὐκ ἐν τοῖς πράγμασι, τὸ δ᾽ οὕτως ὂν ἕτερον ὂν τῶν κυρίως γὰρ τὸ τί ἐστιν ὅτι ποιὸν ὅτι ποσὸν τι ἄλλο συνάπτει ἀφαιρεῖ διάνοια), τὸ μὲν ὡς συμβεβηκὸς καὶ τὸ ὡς ἀληθὲς ὂν ἀφετέοντὸ γὰρ αἴτιον τοῦ μὲν ἀόριστον τοῦ δὲ τῆς διανοίας τι πάθος,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: