previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1027α] [1] ὅτι οὐ πέφυκε τοῦτο ποιεῖν οἰκοδόμος ἀλλὰ ἰατρός, ἀλλὰ συνέβη ἰατρὸν εἶναι τὸν οἰκοδόμον. καὶ ὀψοποιὸς ἡδονῆς στοχαζόμενος ποιήσειεν ἄν τι ὑγιεινόν, ἀλλ᾽ οὐ κατὰ τὴν ὀψοποιητικήν: διὸ συνέβη, φαμέν, καὶ [5] ἔστιν ὡς ποιεῖ, ἁπλῶς δ᾽ οὔ. τῶν μὲν γὰρ ἄλλων ἐνίοτε δυνάμεις εἰσὶν αἱ ποιητικαί, τῶν δ᾽ οὐδεμία τέχνη οὐδὲ δύναμις ὡρισμένη: τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων γιγνομένων καὶ τὸ αἴτιόν ἐστι κατὰ συμβεβηκός. ὥστ᾽ ἐπεὶ οὐ πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὄντα γιγνόμενα, ἀλλὰ τὰ [10] πλεῖστα ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν: οἷον οὔτ᾽ ἀεὶ οὔθ᾽ ὡς ἐπὶ τὸ πολὺ λευκὸς μουσικός ἐστιν, ἐπεὶ δὲ γίγνεταί ποτε, κατὰ συμβεβηκὸς ἔσταιεἰ δὲ μή, πάντ᾽ ἔσται ἐξ ἀνάγκης): ὥστε ὕλη ἔσται αἰτία ἐνδεχομένη παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως τοῦ συμβεβηκότος. [15] ἀρχὴν δὲ τηνδὶ ληπτέον, πότερον οὐδέν ἐστιν οὔτ᾽ αἰεὶ οὔθ᾽ ὡς ἐπὶ τὸ πολύ. τοῦτο ἀδύνατον; ἔστιν ἄρα τι παρὰ ταῦτα τὸ ὁπότερ᾽ ἔτυχε καὶ κατὰ συμβεβηκός. ἀλλὰ πότερον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δ᾽ ἀεὶ οὐθενὶ ὑπάρχει, ἔστιν ἄττα ἀΐδια; περὶ μὲν οὖν τούτων ὕστερον σκεπτέον, ὅτι δ᾽ [20] ἐπιστήμη οὐκ ἔστι τοῦ συμβεβηκότος φανερόν: ἐπιστήμη μὲν γὰρ πᾶσα τοῦ ἀεὶ τοῦ ὡς ἐπὶ τὸ πολύπῶς γὰρ μαθήσεται διδάξει ἄλλον; δεῖ γὰρ ὡρίσθαι τῷ ἀεὶ τῷ ὡς ἐπὶ τὸ πολύ, οἷον ὅτι ὠφέλιμον τὸ μελίκρατον τῷ πυρέττοντι ὡς ἐπὶ τὸ πολύτὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν, [25] πότε οὔ, οἷον νουμηνίᾳ: γὰρ ἀεὶ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ τῇ νουμηνίᾳ: τὸ δὲ συμβεβηκός ἐστι παρὰ ταῦτα. τί μὲν οὖν ἐστὶ τὸ συμβεβηκὸς καὶ διὰ τίν᾽ αἰτίαν καὶ ὅτι ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ, εἴρηται.

ὅτι δ᾽ εἰσὶν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ [30] ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, φανερόν. εἰ γὰρ μὴ τοῦτ᾽, ἐξ ἀνάγκης πάντ᾽ ἔσται, εἰ τοῦ γιγνομένου καὶ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι. πότερον γὰρ ἔσται τοδὶ οὔ; ἐάν γε τοδὶ γένηται: εἰ δὲ μή, οὔ. τοῦτο δὲ ἐὰν ἄλλο. καὶ οὕτω δῆλον ὅτι ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πεπερασμένου χρόνου ἥξει ἐπὶ τὸ νῦν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: