previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1023α] [1] τοῦτο δ᾽ ἐστὶ τὸ φαύλως πως ἔχειν. ἔτι τῷ μὴ ῥᾳδίως τῷ μὴ καλῶς, οἷον τὸ ἄτμητον οὐ μόνον τῷ μὴ τέμνεσθαι ἀλλὰ καὶ τῷ μὴ ῥᾳδίως μὴ καλῶς. ἔτι τῷ πάντῃ μὴ ἔχειν: τυφλὸς γὰρ οὐ λέγεται [5] ἑτερόφθαλμος ἀλλ᾽ ἐν ἀμφοῖν μὴ ἔχων ὄψιν: διὸ οὐ πᾶς ἀγαθὸς κακός, δίκαιος ἄδικος, ἀλλὰ καὶ τὸ μεταξύ.

τὸ ἔχειν λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν κατὰ τὴν αὑτοῦ ὁρμήν, διὸ [10] λέγεται πυρετός τε ἔχειν τὸν ἄνθρωπον καὶ οἱ τύραννοι τὰς πόλεις καὶ τὴν ἐσθῆτα οἱ ἀμπεχόμενοι: ἕνα δ᾽ ἐν ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ, οἷον χαλκὸς ἔχει τὸ εἶδος τοῦ ἀνδριάντος καὶ τὴν νόσον τὸ σῶμα: ἕνα δὲ ὡς τὸ περιέχον τὰ περιεχόμενα: ἐν γάρ ἐστι περιέχοντι, ἔχεσθαι ὑπὸ [15] τούτου λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν καὶ τὴν πόλιν ἀνθρώπους καὶ τὴν ναῦν ναύτας, οὕτω δὲ καὶ τὸ ὅλον ἔχειν τὰ μέρη. ἔτι τὸ κωλῦον κατὰ τὴν αὑτοῦ ὁρμήν τι κινεῖσθαι πράττειν ἔχειν λέγεται τοῦτο αὐτό, οἷον καὶ οἱ κίονες τὰ ἐπικείμενα βάρη, καὶ ὡς οἱ ποιηταὶ [20] τὸν Ἄτλαντα ποιοῦσι τὸν οὐρανὸν ἔχειν ὡς συμπεσόντ᾽ ἂν ἐπὶ τὴν γῆν, ὥσπερ καὶ τῶν φυσιολόγων τινές φασιν: τοῦτον δὲ τὸν τρόπον καὶ τὸ συνέχον λέγεται συνέχει ἔχειν, ὡς διαχωρισθέντα ἂν κατὰ τὴν αὑτοῦ ὁρμὴν ἕκαστον. καὶ τὸ ἔν τινι δὲ εἶναι ὁμοτρόπως λέγεται καὶ ἑπομένως τῷ [25] ἔχειν.

τὸ ἔκ τινος εἶναι λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ ἐστὶν ὡς ὕλης, καὶ τοῦτο διχῶς, κατὰ τὸ πρῶτον γένος κατὰ τὸ ὕστατον εἶδος, οἷον ἔστι μὲν ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, ἔστι δ᾽ ὡς ἐκ χαλκοῦ ἀνδριάς: ἕνα δ᾽ ὡς ἐκ τῆς [30] πρώτης κινησάσης ἀρχῆςοἷον ἐκ τίνος μάχη; ἐκ λοιδορίας, ὅτι αὕτη ἀρχὴ τῆς μάχης): ἕνα δ᾽ ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὸ ἔπος καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι: τέλος μὲν γάρ ἐστιν μορφή, τέλειον δὲ τὸ ἔχον τέλος. [35] τὰ δὲ ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, οἷον ἅνθρωπος ἐκ τοῦ δίποδος καὶ συλλαβὴ ἐκ τοῦ στοιχείου: ἄλλως γὰρ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλκοῦ:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: