previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1018β] [1] καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφορὰν ἔχει, καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν ἔχει: καὶ τὰ ἐναντία ἕτερα τῷ εἴδει ἀλλήλων πάντα τὰ λεγόμενα πρώτως, καὶ ὅσων ἐν τῷ [5] τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι ἕτεροιοἷον ἄνθρωπος καὶ ἵππος ἄτομα τῷ γένει οἱ δὲ λόγοι ἕτεροι αὐτῶν), καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφοράν. ταὐτὰ δὲ τῷ εἴδει τὰ ἀντικειμένως λεγόμενα τούτοις.

πρότερα καὶ ὕστερα λέγεται ἔνια μέν, ὡς ὄντος τινὸς [10] πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, τῷ ἐγγύτερον εἶναι ἀρχῆς τινὸς ὡρισμένης ἁπλῶς καὶ τῇ φύσει πρός τι ποὺ ὑπό τινων, οἷον τὰ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον φύσει τινὸς τόπου ὡρισμένουοἷον τοῦ μέσου τοῦ ἐσχάτου πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον: τὰ δὲ κατὰ [15] χρόνοντὰ μὲν γὰρ τῷ πορρώτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων, πρότερον γὰρ τὰ Τρωϊκὰ τῶν Μηδικῶν ὅτι πορρώτερον ἀπέχει τοῦ νῦν: τὰ δὲ τῷ ἐγγύτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν μελλόντων, πρότερον γὰρ Νέμεα Πυθίων ὅτι ἐγγύτερον τοῦ νῦν τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων): τὰ [20] δὲ κατὰ κίνησιντὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός: ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς): τὰ δὲ κατὰ δύναμιντὸ γὰρ ὑπερέχον τῇ δυνάμει πρότερον, καὶ τὸ δυνατώτερον: τοιοῦτον δ᾽ ἐστὶν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν θάτερον καὶ τὸ ὕστερον, ὥστε μὴ κινοῦντός [25] τε ἐκείνου μὴ κινεῖσθαι καὶ κινοῦντος κινεῖσθαι: δὲ προαίρεσις ἀρχή): τὰ δὲ κατὰ τάξινταῦτα δ᾽ ἐστὶν ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατά τινα λόγον, οἷον παραστάτης τριτοστάτου πρότερον καὶ παρανήτη νήτης: ἔνθα μὲν γὰρ κορυφαῖος ἔνθα δὲ μέση ἀρχή):

ταῦτα μὲν οὖν πρότερα [30] τοῦτον λέγεται τὸν τρόπον, ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον ὡς καὶ ἁπλῶς πρότερον. τούτων δὲ ἄλλως τὰ κατὰ τὸν λόγον καὶ τὰ κατὰ τὴν αἴσθησιν. κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρότερα κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ᾽ ἕκαστα: καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου [35] πρότερον, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου: οὐ γὰρ ἔσται λόγος ὅλος ἄνευ τοῦ μέρους: καίτοι οὐκ ἐνδέχεται μουσικὸν εἶναι μὴ ὄντος μουσικοῦ τινός. ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος: τὸ μὲν γὰρ γραμμῆς καθ᾽ αὑτὴν πάθος τὸ δὲ ἐπιφανείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: